Ancient Greek · ~8 min
Chapter 64
Athanasius Alexandrinus, Oratio III contra Arianos 64
Not analysed yet
64. Οὐκοῦν εἰ τὰ ποιήματα ‘βουλήσει καὶ εὐδοκίᾳʼ ὑπέστη, καὶ ἡ κτίσις πᾶσα θελήματι γέγονεν, ὅ τε Παῦλος ‘διὰ θελήματος Θεοῦʼ ἀπόστολος ἐκλήθη, καὶ ἡ κλῆσις ἡμῶν ‘εὐδοκίᾳ καὶ θελήματιʼ γέγονε, ‘πάντα δὲ διὰ τοῦ Λόγου γέγονεν,ʼ ἐκτός ἐστιν οὗτος τῶν βουλήσει γεγονότων, καὶ μᾶλλον αὐτός ἐστιν ἡ ζῶσα βουλὴ τοῦ Πατρὸς, ἐν ᾗ ταῦτα πάντα γέγονεν· ἐν ᾗ καὶ ὁ ἅγιος Δαβὶδ εὐχαριστῶν ἔλεγεν ἐν τῷ ἑβδομηκοστῷ δευτέρῳ ψαλμῷ, ‘Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου, καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με.’ Πῶς οὖν δύναται, βουλὴ καὶ θέλημα τοῦ Πατρὸς ὑπάρχων, ὁ Λόγος γίνεσθαι καὶ αὐτὸς ‘θελήματι καὶ βουλήσει,ʼ ὡς ἕκαστος, εἰ μὴ, καθὰ προεῖπον, μανέντες πάλιν εἴπωσιν αὐτὸν διʼ ἑαυτοῦ γεγονέναι, ἢ διʼ ἑτέρου τινός; Τίς οὖν ἐστι, διʼ οὗ γέγονε; πλασάσθωσαν ἕτερον Λόγον, καὶ τὰ Οὐαλεντίνου ζηλώσαντες, ‘Χριστὸν’ ἕτερον ὀνομασάτωσαν· οὐ γὰρ γέγραπται. Ἀλλὰ κἂν πλάσωνται, πάντως κἀκεῖνος διά τινος γίνεται· καὶ λοιπὸν οὕτως ἐπιλογιζομένων ἡμῶν, καὶ ἀνακρινόντων τὴν ἀκολουθίαν, εὑρίσκεται τῶν ἀθέων ἡ πολυκέφαλος αἵρεσις εἰς πολυθεότητα πίπτουσα καὶ ἄμετρον μανίαν, ἐν ᾗ ‘κτίσμα’ καὶ ‘ἐξ οὐκ ὄντωνʼ θέλοντες εἶναι τὸν Υἱὸν, ἑτέρως τὰ αὐτὰ σημαίνουσι, ‘βούλησιν καὶ θέλησιν’ προβαλλόμενοι, ἃ μάλιστα ἐπὶ τῶν γενητῶν καὶ κτιστῶν ταῦτα εὐλόγως ἂν λέγοιτο. Πῶς οὖν οὐκ ἀσεβὲς τὰ τῶν γενητῶν ἐπὶ τὸν Δημιουργὸν ἀναφέρειν; ἢ πῶς οὐ βλάσφημον λέγειν βούλησιν πρὸ τοῦ Λόγου εἶναι ἐν τῷ Πατρί; εἰ γὰρ προηγεῖται βούλησις ἐν τῷ Πατρὶ, οὐκ ἀληθεύει λέγων ὁ Υἱὸς, ‘ἐγὼ ἐν τῷ Πατρί·’ ἢ εἰ καὶ αὐτὸς ἐν τῷ Πατρί ἐστιν, ἀλλὰ δεύτερος λογισθήσεται, καὶ οὐκ ἔπρεπε λέγειν αὐτὸν, ‘ἐγὼ ἐν τῷ Πατρὶ,’ οὔσης βουλήσεως πρὸ αὐτοῦ, ἐν ἧ τὰ πάντα γέγονε καὶ αὐτὸς ὑπέστη καθʼ ὑμᾶς· κἂν γὰρ τῇ δόξῃ διαφέρῃ, ἀλλʼ οὐδὲν ἧττον εἷς ἐστι τῶν ἐκ βουλήσεως γινομένων. Ὡς δὲ ἐν τοῖς ἔμπροσθεν εἰρήκαμεν, εἰ οὕτως ἐστὶ, πῶς ὁ μὲν Κύριος, τὰ δὲ δοῦλα; πάντων δὲ Κύριος τυγχάνει οὗτος, ὅτι τῇ τοῦ Πατρὸς κυριότητι ἥνωται· καὶ πάντως ἡ κτίσις δούλη, ἐπεὶ ἐκτὸς τῆς τοῦ Πατρὸς ἑνότητός ἐστι, καὶ, οὐκ οὖσά ποτε, γέγονεν.