Ancient Greek · ~11 min
Chapter 65
Athanasius Alexandrinus, Oratio III contra Arianos 65
Not analysed yet
65. Ἔδει δὲ αὐτοὺς, λέγοντας ‘βουλήσει’ τὸν Υἱὸν, εἰπεῖν, ὅτι καὶ ‘φρονήσειʼ γέγονε· ταὐτὸν γὰρ ἡγοῦμαι φρόνησιν καὶ βούλησιν εἶναι· ὃ γὰρ βουλεύεταί τις, τοῦτο πάντως καὶ φρονεῖ· καὶ ὃ φρονεῖ, τοῦτο καὶ βουλεύεται. Αὐτὸς γοῦν ὁ Σωτὴρ ὡς ἀδελφὰ ταῦτα τῇ ἀναλογίᾳ συνῆψεν ἅμα λέγων, ‘ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς.’ Ὡς γὰρ ἰσχὺς καὶ ἀσφάλεια ταὐτόν ἐστιν (ἡ αὐτὴ γὰρ δύναμίς ἐστιν), οὕτω ταὐτόν ἐστιν εἰπεῖν τὴν φρόνησιν καὶ τὴν βουλὴν εἶναι, ἅπερ ἐστὶν ὁ Κύριος. Ἀλλʼ οἱ ἀσεβεῖς οὐ θέλουσι μὲν λόγον καὶ βουλὴν ζῶσαν εἶναι τὸν Υἱόν· περὶ δὲ τὸν Θεὸν φρόνησιν καὶ βουλὴν καὶ σοφίαν ὡς ἕξιν συμβαίνουσαν καὶ ἀποσυμβαίνουσαν ἀνθρωπίνως γίνεσθαι μυθολογοῦσι, καὶ πάντα κινοῦσι, καὶ τὴν Οὐαλεντίνου ‘ἔννοιαν καὶ θέλησινʼ προβάλλονται, ἵνα μόνον διαστήσωσι τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς, καὶ μὴ εἴπωσιν ἴδιον αὐτὸν τοῦ Πατρὸς εἶναι Λόγον, ἀλλὰ κτίσμα. Ἐκεῖνοι μὲν οὖν ἀκουέτωσαν, ὡς Σίμων ὁ μάγος ἤκουσεν, Ἡ ἀσέβεια Οὐαλεντίνου ‘σὺν ὑμῖν εἴη εἰς ἀπώλειαν·’ ἕκαστος δὲ Σολομῶνι μᾶλλον πειθέσθω λέγοντι αὐτὸν εἶναι σοφίαν καὶ φρόνησιν τὸν Λόγον· φησὶ γάρ· ‘Ὁ Θεὸς τῇ σοφίᾳ ἐθεμελίωσε τὴν γῆν, ἡτοίμασε δὲ οὐρανοὺς ἐν φρονήσει·’ ὡς δὲ ὧδε ‘ἐν φρονήσει, οὕτως ἐν Ψαλμοῖς, ‘τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν. Ὡς δὲ τῷ Λόγῳ οἱ οὐρανοὶ, οὕτω ‘πάντα, ὅσα ἠθέλησεν, ἐποίησε·’ καὶ ὡς ὁ ἀπόστολος γράφει Θεσσαλονικεῦσι, ‘τὸ θέλημα τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ ἐστιν·’ ὁ ἄρα τοῦ Θεοῦ Υἱὸς αὐτός ἐστιν ὁ Λόγος καὶ ἡ Σοφία, αὐτὸς ἡ φρόνησις καὶ ἡ ζῶσα βουλή· καὶ ἐν αὐτῷ τὸ θέλημα τοῦ Πατρός ἐστιν· αὐτὸς ἀλήθεια, καὶ φῶς, καὶ δύναμις τοῦ Πατρός ἐστιν. Εἰ δὲ ἡ βούλησις τοῦ Θεοῦ ἡ Σοφία ἐστὶ καὶ ἡ φρόνησις, ὁ δὲ Υἱός ἐστιν ἡ Σοφία, ὁ ἄρα λέγων ‘βουλήσει’ τὸν Υἱὸν ἴσον λέγει τῷ τὴν Σοφίαν ‘ἐν Σοφίᾳʼ γεγονέναι, καὶ τὸν Υἱὸν ‘ἐν Υἱῷʼ πεποιῆσθαι, καὶ ‘διὰ τοῦ Λόγουʼ τὸν Λόγον ἐκτίσθαι. Τοῦτο δὲ καὶ τῷ Θεῷ μάχεται, καὶ ταῖς παῤ αὐτοῦ γραφαῖς ἐναντιοῦται· καὶ γὰρ καὶ ὁ ἀπόστολος οὐ βουλήσεως, ἀλλὰ αὐτῆς τῆς πατρικῆς οὐσίας ἴδιον ‘ἀπαύγασμα καὶ χαρακτῆραʼ τὸν Υἱὸν κηρύττει, λέγων, ‘ὃς ὢν ἀπαύγασμα τῆς δόξης καὶ χαρακτὴρ τῆς ὑποστάσεως αὐτοῦ.’ Εἰ δὲ, ὡς προειρήκαμεν, ἐκ βουλήσεως οὐκ ἔστιν ἡ πατρικὴ οὐσία καὶ ὑπόστασις, εὔδηλον ὡς οὔτε τὸ ἴδιον τῆς πατρικῆς ὑποστάσεως ἐκ βουλήσεως ἂν εἴη· ὁποία γὰρ ᾖ καὶ ὡς ἐὰν ᾖ ἡ μακαρία ἐκείνη ὑπόστασις, τοιοῦτον καὶ οὕτως εἶναι καὶ τὸ ἴδιον ἐξ αὐτῆς γέννημα δεῖ. Καὶ αὐτὸς γοῦν ὁ Πατὴρ οὐκ εἶπεν, ‘Οὗτός ἐστιν ὁ βουλήσει μου γεγονὼς Υἱὸς,ʼ οὐδὲ, ‘ὃν κατʼ εὐδοκίαν ἔσχον Υἱόν·’ ἀλλʼ ἁπλῶς, ‘ὁ Υἱός μου,ʼ καὶ μᾶλλον, ‘ἐν ᾧ ηὐδόκησα·’ δεικνὺς ἐκ τούτων ὅτι ‘φύσει μὲν οὗτός ἐστιν Υἱὸς, ἐν αὐτῷ δὲ τῶν ἐμοὶ δοκούντων ἡ βούλησις ἀπόκειται.’