Ancient Greek · ~1 min
Section 15
Athanasius Alexandrinus, Oratio in resurrectionem et in recens baptizatos [Sp.] 15
Not analysed yet
Ἃ μὲν ἐκέρδαινον οἱ νεοφώτιστοι, εἰρήκαμεν, ἀγαπητοί· ἔτι δὲ γαλακτοτροφουμένους ἐπιστῆσαι τῇ τραπέζῃ δεῖ· καιρὸς γὰρ παντὶ πράγματι πρὸς ἀναγκαιοτέρων πραγμάτων κατάστασιν. Ζήλωσον τούτους, ὦ κατηχούμενε, καὶ μὴ ἀγαπήσῃς τὴν δουλείαν, μὴ μείνῃς ἐν τοῖς δεσμοῖς τῆς ἁμαρτίας, μὴ χρονίσῃς ἐν τῇ αἰχμαλωσίᾳ. Κάτελθε λοιπὸν ἀπὸ τῶν ὤμων τῆς μητρός σου καὶ πρόσελθε τῇ στερεᾷ τροφῇ.