Ancient Greek · ~9 min
Chapter 1
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 1
Not analysed yet
1. ἘΚ Θεοῦ Θεός ἐστιν ὁ Λόγος, καὶ ‘Θεὸς’ γὰρ ‘ἦν ὁ Λόγος· ᾿καὶ πάλιν, ‘ὧν οἱ πατέρες, καὶ ἐξ ὧν ὁ Χριστὸς, ὁ ὢν ἐπὶ πάντων Θεὸς εὐλογητὸς εἰς τοὺς αἰῶνας. Ἀμήν. ʼ Καὶ ἐπειδὴ ἐκ Θεοῦ Θεός ἐστι, καὶ τοῦ Θεοῦ Λόγος, Σοφία, Υἱὸς, καὶ δύναμίς ἐστιν ὁ Χριστὸς, διὰ τοῦτο εἷς Θεὸς ἐν ταῖς θείαις γραφαῖς καταγγέλλεται. Τοῦ ἑνὸς γὰρ Θεοῦ Υἱὸς ὢν ὁ Λόγος, εἰς αὐτὸν, οὗ καὶ ἔστιν, ἀναφέρεται· ὥστε δύο μὲν εἶναι Πατέρα καὶ Υἱὸν, μονάδα δὲ θεότητος ἀδιαίρετον καὶ ἄσχιστον. Λεχθείη δʼ ἂν καὶ οὕτω ‘μία ἀρχὴʼ θεότητος, καὶ οὐ δύο ἀρχαί· ὅθεν κυρίως καὶ ‘μοναρχία’ ἐστίν. Ἐξ αὐτῆς δὲ τῆς ἀρχῆς ἐστι φύσει Υἱὸς ὁ Λόγος, οὐχ ὡς ἀρχὴ ἑτέρα καθʼ ἑαυτὸν ὑφεστὼς, οὐδʼ ἔξωθεν ταύτης γεγονὼς, ἵνα μὴ τῇ ἑτερότητι δυαρχία καὶ πολυαρχία γένηται, ἀλλὰ τῆς μιᾶς ἀρχῆς ἴδιος Υἱὸς, ἰδία Σοφία, ἴδιος Λόγος, ἐξ αὐτῆς ὑπάρχων. Κατὰ γὰρ τὸν Ἰωάννην, ἐν ταύτῃ τῇ ‘ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν. ᾿Θεὸς γάρ ἐστιν ἡ ἀρχή· καὶ ἐπειδὴ ἐξ αὐτῆς ἐστι, διὰ τοῦτο καὶ ‘Θεὸς ἦν ὁ Λόγος. ᾿Ὥσπερ δὲ μία ἀρχὴ. καὶ κατὰ τοῦτο εἶς Θεὸς, οὕτως ἡ τῷ ὄντι καὶ ἀληθῶς καὶ ὄντως οὖσα οὐσία καὶ ὑπόστασις μία ἐστὶν ἡ λέγουσα, ‘Ἐγώ εἰμι ὁ ὢν,ʼ καὶ οὐ δύο, ἵνα μὴ δύο ἀρχαί· ἐκ δὲ τῆς μιᾶς, φύσει καὶ ἀληθῶς Υἱὸς, ὁ Λόγος, ἡ Σοφία, ἡ δύναμις ἰδία ὑπάρχουσα αὐτῆς, καὶ ἐξ αὐτῆς ἀχώριστος. Ὥσπερ δὲ οὐκ ἄλλη, ἵνα μὴ δύο ἀρχαὶ, οὕτως ὁ ἐκ τῆς μιᾶς Λόγος οὐ διαλελυμένος, ἢ ἁπλῶς φωνὴ σημαντικὴ, ἀλλὰ οὐσιώδης Λόγος καὶ οὐσιώδης σοφία, ἥτις ἐστὶν ὁ Υἱὸς ἀληθῶς. Εἰ γὰρ δὴ μὴ οὐσιώδης εἴη, ἔσται ὁ Θεὸς ‘λαλῶν εἰς ἀέρα. ᾿καὶ σῶμα οὐδὲν πλέον ἔχων τῶν ἀνθρώπων. Ἐπειδὴ δὲ οὐκ ἔστιν ἄνθρωπος, οὐκ ἂν εἴη οὐδὲ ὁ Λόγος αὐτοῦ κατὰ τὴν τῶν ἀνθρώπων ἀσθένειαν. Ὥσπερ γὰρ μία οὐσία ἡ ἀρχὴ, οὕτως εἷς οὐσιώδης καὶ ὑφεστὼς ὁ ταύτης Λόγος καὶ ἡ Σοφία. Ὡς γὰρ ἐκ Θεοῦ Θεός ἐστι, καὶ ἐκ σοφοῦ Σοφία, καὶ ἐκ λογικοῦ Λόγος, καὶ ἐκ Πατρὸς Υἱός· οὕτως ἐξ ὑποστάσεως ὑπόστατος, καὶ ἐξ οὐσίας οὐσιώδης καὶ ἐνούσιος, καὶ ἐξ ὄντος ὤν.