Ancient Greek · ~9 min
Chapter 2
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 2
Not analysed yet
2. Ἐπεὶ εἰ μὴ οὐσιώδης Σοφία, καὶ ἐνούσιος Λόγος, καὶ ὢν Υἱὸς, ἀλλὰ ἀπλῶς σοφία, καὶ λόγος, καὶ υἱὸς ἐν τῷ Πατρὶ, εἴη ἂν αὐτὸς ὁ Πατὴρ σύνθετος ἐκ σοφίας καὶ λόγου. Εἰ δὲ τοῦτο, ἀκολουθήσει τὰ προειρημένα ἄτοπα· ἔσται δὲ καὶ αὐτὸς ἑαυτοῦ Πατὴρ, καὶ ὁ Υἱὸς αὐτὸς ἑαυτὸν γεννῶν, καὶ γεννώμενος ὑφʼ ἑαυτοῦ· ἢ ὄνομα μόνον ἐστὶ Λόγος, καὶ Σοφία, καὶ Υἱὸς, οὐχ ὑφέστηκε δὲ, καθʼ οὖ λέγεται ταῦτα, μᾶλλον δὲ ὅς ἐστι ταῦτα. Εἰ οὖν οὐχ ὑφέστηκεν, ἀργὰ ἂν εἴη καὶ κενὰ τὰ ὀνόματα, ἐκτὸς εἰ μὴ ἄν τις εἴποι αὐτοσοφίαν εἶναι καὶ αὐτολόγον τὸν Θεόν. Ἀλλʼ εἰ τοῦτο, εἴη ἂν αὐτὸς ἑαυτοῦ Πατὴρ καὶ Υἱός· Πατὴρ μὲν, ὅτε σοφὸς, Υἱὸς δὲ, ὅτε Σοφία. Ἀλλὰ μὴ ὡς ποιότης τις ταῦτα ἐν τῷ Θεῷ· ἄπαγε· ἀπρεπὲς τοῦτο εὑρεθήσεται γὰρ σύνθετος ὁ Θεὸς ἐξ οὐσίας καὶ ποιότητος· πᾶσα γὰρ ποιότης ἐν οὐσίᾳ ἐστί. Κατὰ τοῦτο δὲ ἡ θεία μονὰς, ἀδιαίρετος οὖσα, σύνθετος φανήσεται, τεμνομένη εἰς οὐσίαν καὶ συμβεβηκός. Πευστέον οὖν τῶν προπετῶν· ‘Ὁ Υἱὸς Σοφία καὶ Λόγος ἐκηρύχθη τοῦ Θεοῦ· πῶς τοίνυν ἐστίν ; εἰ μὲν ὡς ποιότης, ἐδείχθη τὸ ἄτοπον· εἰ δὲ αὐτοσοφία ὁ Θεὸς, καὶ τὸ ἐκ τούτου ἄτοπον εἴρηται παρὰ Σαβελλίῳ. ʼ Οὐκοῦν ὡς γέννημα κυρίως ἐξ αὐτοῦ τοῦ Πατρὸς, κατὰ τὸ τοῦ φωτὸς παράδειγμα. Ὡς γὰρ ἀπὸ πυρὸς φῶς, οὕτως ἐκ Θεοῦ Λόγος, καὶ Σοφία ἐκ σοφοῦ, καὶ ἐκ Πατρὸς Υἱός. Ταύτῃ γὰρ καὶ ἡ μονὰς ἀδιαίρετος καὶ ὁλόκληρος μένει, καὶ ὁ ταύτης Υἱὸς Λόγος οὐκ ἀνούσιος, οὐδὲ οὐχ ὑφεστὼς, ἀλλʼ οὐσιώδης ἀληθῶς. Ἐπεὶ εἰ μὴ τοῦτον ἔχει τὸν τρόπον, εἴη ἂν πάντα, ἃ λέγεται, κατʼ ἐπίνοιαν καὶ ἁπλῶς λεγόμενα. δὲ φευκτέον τὸ ἐκ τῆς ἐπινοίας ἄτοπον, ἄρα ἀληθὴς Λόγος οὐσιώδης ἐστίν. Ὥσπερ γὰρ ἀληθῶς Πατὴρ, οὕτως ἀληθῶς Σοφία. Κατὰ τοῦτο οὖν δύο μὲν, ὅτι μὴ κατὰ Σαβέλλιον ὁ αὐτὸς Πατὴρ καὶ Υἱὸς, ἀλλὰ ὁ Πατὴρ Πατὴρ, καὶ ὁ Υἱὸς Υἱός· ἓν δὲ, ὅτι Υἱὸς τῆς οὐσίας τοῦ Πατρός ἐστι φύσει, ἴδιος ὑπάρχων Λόγος αὐτοῦ. Τοῦτο ὁ Κύριος ἔλεγεν, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν·’ Οὔτε γὰρ ὁ Λόγος κεχώρισται τοῦ Πατρὸς, οὔτε ὁ Πατὴρ ἄλογος πώποτε ἦν ἢ ἐστι. Καὶ ὁ Λόγος οὖν Θεὸς, καὶ ὁ Πατὴρ οὐκ ἄλογος· διὰ τοῦτο, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ, εἴρηκε.