Ancient Greek
Chapter 13
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 13
Not analysed yet
13. Τοῦτο δὲ ἴσως ἀπὸ τῶν Στωϊκῶν ὑπέλαβε, διαβεβαιουμένων ‘συστέλλεσθαιʼ καὶ πάλιν ‘ἐκτείνεσθαι᾿ τὸν Θεὸν μετὰ τῆς κτίσεως, καὶ ἀπείρως παύεσθαι, Τὸ γὰρ πλατυνόμενον ἀπὸ στενότητος πλατύνεται, καὶ τὸ ἐκτεινόμενον συνεσταλμένον ἐκτείνεται· καὶ αὐτὸ μὲν ἔστι, πλέον δὲ οὐδὲν ἢ πάθος ὑπομένει. Εἰ τοίνυν ἡ μονὰς, πλατυνθεῖσα, γέγονε τριὰς, ἡ δὲ μονάς ἐστιν ὁ Πατὴρ, τριὰς δὲ Πατὴρ, Υἱὸς, ἅγιον Πνεῦμα, πρῶτον μὲν πλατυνθεῖσα ἡ μονὰς, πάθος ὑπέμεινε, καὶ γέγονεν ὅπερ οὐκ ἦν· ἐπλατύνθη γὰρ, οὐκ οὖσα πλατεῖα· ἔπειτα εἰ αὐτὴ ἡ μονὰς ἐπλατύνθη εἰς τριάδα, τριὰς δέ ἐστι Πατὴρ καὶ Υἱὸς καὶ ἅγιον Πνεῦμα, ὁ αὐτὸς ἄρα Πατὴρ γέγονε καὶ Υἱὸς καὶ Πνεῦμα κατὰ Σαβέλλιον· ἐκτὸς εἰ μὴ ἡ λεγομένη παρ᾿ αὐτῷ μονὰς ἄλλο τί ἐστι παρὰ τὸν Πατέρα· οὐκ ἔτι οὖν ‘πλατύνεσθαιʼ ἔδει λέγειν, ἀλλʼ ἡ μονὰς τριῶν ποιητικὴ, ὥστε εἶναι μονάδα, εἶτα καὶ Πατέρα, καὶ Υἱὸν, καὶ Πνεῦμα. Εἰ γὰρ ἐπλατύνθη αὕτη, καὶ ἐξέτεινεν ἑαυτὴν, αὐτὴ ἂν εἴη ὅπερ ἐξετάθη. Καὶ τριὰς μὲν, πλατυνθεῖσα, οὐκ ἔτι μονάς ἐστι· μονὰς δὲ οὖσα, οὔπω ἦν τριάς. Καὶ ὁ Πατὴρ ἄρα ὢν οὔπω ἦν Υἱὸς καὶ Πνεῦμα· γενόμενος δὲ ταῦτα, οὐκ ἔτι Πατὴρ μόνον ἐστί. Ταῦτα δὲ καταψευδόμενος ἄν τις εἴποι, τοῦ Θεοῦ σῶμα καὶ παθητὸν αὐτὸν εἰσάγων· τί γάρ ἐστι πλατύνεσθαι ἢ πάθος τοῦ πλατυνομένου ; ἢ τί ἐστι τὸ πλατυνόμενον, ἢ τὸ πρότερον μὴ τοιοῦτον, ἀλλὰ στενὸν τυγχάνον ; ταὐτὸν γάρ ἐστι, χρόνῳ μόνον διαφέρον ἑαυτοῦ.