Ancient Greek
Chapter 12
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 12
Not analysed yet
12. Τὸ αὐτὸ δὲ καὶ ἐπὶ τοῦ Πατρὸς τολμῶντες φανήσονται. Εἰ γὰρ σιωπῶν οὐκ ἠδύνατο ποιεῖν, ἀνάγκη προσειληφέναι αὐτὸν δύναμιν γεννήσαντα, ὅ ἐστι, λαλήσαντα. Καὶ πόθεν προσείληφε; καὶ διὰ τί; Εἰ δὲ ἠδύνατο, ἔχων ἐν ἑαυτῷ τὸν Λόγον, ποιεῖν, περιττῶς γεννᾷ, δυνάμενος καὶ σιωπῶν ποιεῖν. Ἔπειτα, εἰ πρὸ τοῦ γεννηθῆναι ἐν τῷ Θεῷ ἦν ὁ Λόγος, ἄρα γεννηθεὶς ἐκτὸς καὶ ἔξω τοῦ Θεοῦ ἐστιν. Εἰ δὲ τοῦτο, πῶς νῦν λέγει, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί;’ Εἰ δὲ νῦν ἐν τῷ Πατρί ἐστιν, ἄρα ἀεὶ ἦν ἐν τῷ Πατρὶ, ὥσπερ καὶ νῦν ἐστι, καὶ περιττὸν τὸ λέγειν, ‘Διʼ ἡμᾶς γεγέννηται, καὶ μεθʼ ἡμᾶς ἀνατρέχει, ἵνα ᾖ ὥσπερ ἦν. ᾿Οὐ γὰρ ἦν ὅπερ οὐκ ἔστι νῦν, οὐδέ ἐστιν ὅπερ οὐκ ἦν· ἀλλʼ ἔστιν ὥσπερ ἦν ἀεὶ, καὶ ὡσαύτως καὶ κατὰ τὰ αὐτὰ ἔχων· ἐπεὶ ἀτελὴς καὶ τρεπτὸς φανήσεται. Εἰ γὰρ, ὅπερ ἦν τοῦτʼ ἔσται μετὰ ταῦτα, ὡς νῦν οὐκ ὢν, δῆλον ὅτι οὐκ ἔστι νῦν ὅπερ ἦν καὶ ἔσται. Λέγω δέ· εἰ ἐν Θεῷ ἦν πρότερον, καὶ μετὰ ταῦτα πάλιν ἔσται, δῆλον ὅτι οὐκ ἔστι νῦν ἐν τῷ Θεῷ ὁ Λόγος. Ἀλλʼ ἐλέγχει τούτους ὁ Κύριος, λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί·’ οὕτω γάρ ἐστι νῦν, ὥσπερ ἦν ἀεί. Εἰ δὲ οὕτω νῦν ἐστιν, ὥσπερ ἦν ἀεὶ, δῆλον ὅτι οὐ ποτὲ μὲν ἐγεννᾶτο, ποτὲ δὲ οὔ· οὐδὲ ποτὲ μὲν ἐν Θεῷ ἡσυχία ἦν, ποτὲ δὲ ἐλάλει· ἀλλʼ ἔστιν ἀεὶ Πατὴρ, καὶ Υἱὸς ὁ τούτου Λόγος, οὐκ ὀνόματι μόνον ‘Λόγος,’ οὐδὲ κατʼ ἐπίνοιαν ‘Υἱὸς’ ὁ Λόγος, ἀλλʼ ὑπάρχων ὁμοούσιος τῷ Πατρὶ, οὐ διʼ ἡμᾶς γεννηθεὶς, ἡμεῖς γὰρ δι᾿ ἐκεῖνον γεγόναμεν. Ἐπεὶ εἰ δι᾿ ἡμᾶς ἐγεννήθη, καὶ ἐν τῷ γεγεννῆσθαι αὐτὸν ἐκτίσθημεν, καὶ τῇ γεννήσει αὐτοῦ συνέστηκεν ἡ κτίσις, ἀνατρέχει δὲ ἵνα ᾖ ὅπερ πρότερον ἦν, πρῶτον μὲν ἔσται πάλιν μὴ γεννώμενος ὁ γεννηθείς. Εἰ γὰρ ἡ πρόοδος αὐτοῦ γέννησίς ἐστιν, ἡ ἀναδρομὴ πάλιν παῦλα τῆς γεννήσεως· γενομένου γὰρ αὐτοῦ ἐν τῷ Θεῷ, σιωπήσει πάλιν ὁ Θεός. Εἰ δὲ σιωπήσει, ἔσται ὅπερ ἦν, σιωπῶντος αὐτοῦ, ἡσυχία, καὶ οὐ κτίσις· παύσεται ἄρα ἡ κτίσις. Ὥσπερ γὰρ προελθόντος τοῦ Λόγου, γέγονεν ἡ κτίσις, καὶ ὑπῆρξεν, οὕτω παλινδρομοῦντος τοῦ Λόγου, οὐχ ὑπάρξει ἡ κτίσις. Τίς οὖν χρεία τοῦ γενέσθαι, εἰ παύσεται; ἢ τί καὶ ἐλάλει ὁ Θεὸς, ἵνα μετὰ ταῦτα σιωπήσῃ; τί δὲ προεβάλλετο, ὃν ἀνακαλεῖται; τί δὲ καὶ ἐγέννα, οὗ τὴν γέννησιν παύσειν ἤθελε; Τί δὲ πάλιν ἔσται, ἄδηλον, ἢ γὰρ σιωπήσει ἀεὶ, ἢ πάλιν γεννήσει, καὶ ἑτέραν κτίσιν ἐπινοήσει· οὐ γὰρ τὴν αὐτὴν ποιήσει (ἢ γὰρ ἂν διέμεινεν ἡ γενομένη) ἀλλʼ ἑτέραν· ἀκολούθως δὲ καὶ ταύτην παύσει, καὶ ἑτέραν ἐπινοήσει, καὶ τοῦτο εἰς ἄπειρον.