Ancient Greek · ~9 min
Chapter 21
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 21
Not analysed yet
21. Τί δὲ πλέον εἰς σωτηρίαν ἡμῶν ὁ Λόγος συμβάλλεται μᾶλλον τοῦ Υἱοῦ, εἴ γε κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Υἱὸς, καὶ ἄλλος ὁ Λόγος; πιστεύειν γὰρ ἡμᾶς οὐκ εἰς τὸν Λόγον, ἀλλʼ εἰς τὸν Υἱὸν πρόσταξίς ἐστι· φησὶ γὰρ ὁ Ἰωάννης, ‘Ὁ πιστεύων εἰς τὸν Υἱὸν ἔχει ζωὴν αἰώνιον· ὁ δὲ ἀπειθῶν τῷ Υἱῷ οὐκ ὄψεται ζωήν. ᾿Καὶ τὸ ἅγιον δὲ βάπτισμα, ἐν ᾦ πάσης πίστεως ἡμῶν ἡ σύστασις ὁρμεῖ, οὐκ ‘εἰς Λόγον. ᾿ἀλλʼ ‘εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμαʼ δίδοται. Εἴπερ οὖν κατʼ αὐτοὺς ἄλλος ἐστὶν ὁ Λόγος, καὶ ἄλλος ὁ Υἱὸς, καὶ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, οὐδὲν πρὸς τὸν Λόγον τὸ βάπτισμα. Πῶς οὖν σύνεστιν ὁ Λόγος κατʼ αὐτοὺς τῷ Πατρὶ, οὐ συνὼν αὐτῷ ἐν τῇ τοῦ βαπτίσματος δόσει; Ἀλλʼ ἴσως ἂν εἴποιεν, ‘Ἐν τῷ τοῦ Πατρὸς ὀνόματι περιέχεται καὶ ὁ Λόγος. Διὰ τί οὖν οὐχὶ καὶ τὸ Πνεῦμα; ἢ ἐκτὸς τοῦ Πατρὸς τὸ Πνεῦμα; καὶ ἄνθρωπος μὲν, εἴπερ οὐκ ἔστιν Υἱὸς ὁ Λόγος, μετὰ τὸν Πατέρα ὀνομάζεται, τὸ δὲ Πνεῦμα μετὰ τὸν ἄνθρωπον· οὐκ ἔτι δὲ οὐδὲ εἰς τριάδα κατʼ αὐτοὺς ἡ μονὰς πλατύνεται, ἀλλʼ εἰς τετράδα, Πατέρα, καὶ Λόγον, καὶ Υἱὸν, καὶ Πνεῦμα ἅγιον. Ἐν τούτοις δὴ αἰσχυνόμενοι, εἰς ἕτερον καταφεύγουσι, καί φασι ‘μὴ τὸν ἄνθρωπον καθʼ ἑαυτὸν, ὃν ἐφόρεσεν ὁ Κύριος, ἀλλὰ τὸ συναμφότερον, τόν τε Λόγον καὶ τὸν ἄνθρωπον, εἶναι Υἱόν· συνημμένα γὰρ ἀμφότερα Υἱὸς “ὡς αὐτοὶ λέγουσιν,” ὀνομάζεται.’ Τί τοίνυν τίνος αἴτιον, καὶ πότερος πότερον Υἱὸν κατεσκεύασεν; ἢ, ἴνα λευκότερον εἴποιμι, ἄρα διὰ τὴν σάρκα ὁ Λόγος Υἱὸς, ἢ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται; ἢ οὐδʼ ὁπότερον τούτων, ἀλλʼ ἡ ἀμφοῖν σύνοδος; Εἰ μὲν οὖν ὁ Λόγος διὰ τὴν σάρκα, ἀνάγκη τὴν σάρκα εἶναι Υἱὸν, καὶ ἀκολουθεῖ τὰ ἄτοπα, ὅσα προείρηται ἐκ τοῦ λέγειν τὸν ἄνθρωπον Υἱόν· εἰ δὲ διὰ τὸν Λόγον ἡ σὰρξ Υἱὸς λέγεται, καὶ πρὸ τῆς σαρκὸς πάντως ὁ Λόγος ὢν Υἱὸς ἦν. Πῶς γὰρ οἷόν τε υἱοποιεῖν τινα ἑτέρους, μὴ ὄντα αὐτὸν υἱὸν, ὄντος μάλιστα πατρός; Εἰ μὲν οὖν ἑαυτῷ υἱοποιεῖ, Πατὴρ αὐτὸς ἂν εἴη· εἰ δὲ τῷ Πατρὶ, ἀνάγκη αὐτὸν εἶναι Υἱὸν, μᾶλλον δὲ αὐτὸν εἶναι τὸν Υἱὸν, ὃι᾿ ὃν καὶ οἱ ἄλλοι υἱοποιοῦνται.