Ancient Greek
Chapter 22
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 22
Not analysed yet
22. Ἐπεὶ εἰ. μὴ ὄντος αὐτοῦ Υἱοῦ, ἡμεῖς υἱοί ἐσμεν, ἡμῶν ἂν εἴη ὁ Θεὸς Πατὴρ, καὶ οὐκ αὐτοῦ. Πῶς οὖν ἰδιοποιεῖται μᾶλλον, λέγων, ‘ὁ Πατήρ μου,’ καὶ, ‘ἐγὼ ἐκ τοῦ Πατρός;’ Εἰ γὰρ κοινὸς πάντων Πατὴρ, οὐ μόνου αὐτοῦ Πατὴρ, οὐδὲ μόνος αὐτὸς ‘ἐξῆλθεν ἐκ τοῦ Πατρός.’ έγει δέ ποτε καὶ ἡμῶν αὐτὸν λέγεσθαι Πατέρα, διὰ τὸ αὐτὸν ‘κεκοινωνηκέναι τῇ ἡμετέρᾳ τέρα σαρκί. Διὰ τοῦτο γὰρ γέγονεν ὁ Λόγος σὰρξ, ἵν᾿, ἐπειδὴ ὁ Λόγος ἐστὶν Υἱὸς, διὰ τὸν ἐνοικοῦντα ἐν ἡμῖν Υἱὸν λέγηται καὶ ἡμῶν Πατήρ. ‘Ἀπέστειλε’ γὰρ, φησὶ, ‘τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ εἰς τὰς καρδίας ἡμῶν, κρᾶζον, Ἀββᾶ, ὁ Πατήρ Οὐκοῦν ὁ ἐν ἡμῖν Υἱὸς, τὸν ἴδιον Πατέρα ἐπικαλούμενος, καὶ ἡμῶν αὐτῶν ποιεῖ Πατέρα λέγεσθαι. Ἀμέλει ὥν οὐκ ἔστιν εἰς τὰς καρδίας ὁ Υἱὸς, τούτων οὐδὲ Πατὴρ ὁ Θεὸς ἂν λεχθείη. Εἴπερ οὖν διὰ τὸν Λόγον ὁ ἄνθρωπος λέγεται Υἱὸς, ἀνάγκη πᾶσα, λεγομένων καὶ πρὸ τῆς ἐνανθρωπήσεως τῶν παλαιῶν ‘υἱῶν,’ εἶναι καὶ πρὸ τῆς ἐπιδημίας τὸν Λόγον Υἱὸν. ‘Υἱοὺς’ γὰρ, φησὶν, ‘ἐγέννησα·’ καὶ ἐπὶ Νῶε, ‘ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ·’ καὶ ἐν τῇ δῇ· ‘Οὐκ αὐτὸς οὖτός σου Πατήρ;’ Οὐκοῦν ἦν καὶ ὁ ἀληθῶς Υἱὸς, δι᾿ ὃν κἀκεῖνοι υἱοί. Εἰ δὲ κατʼ ἐκείνους πάλιν οὐδʼ ὁπότερον τούτων Υἱὸς, ἀλλὰ διὰ τὴν ἀμφοῖν σύνοδον, ἀνάγκη μηδʼ ὁπότερον εἶναι Υἱόν· φημὶ δὴ, μήτε τὸν Λόγον, μήτε τὸν ἄνθρωπον, ἀλλά τινα αἰτίαν, διʼ ἢν καὶ συνήφθησαν· καὶ οὕτω δὲ προηγήσεται ἡ αἰτία τῆς συνάψεως, ἥτις Υἱὸν ποιεῖ. Οὑκοῦν καὶ κατὰ τοῦτο πρὸ τῆς σαρκὸς προῆν ὁ Υἰός. Τούτων δὴ λεγομένων, εἰς ἕτερον καταφεύξονται, λέγοντες ‘μὴ τὸν ἄνθρωπον εἶναι Υἱὸν, μηδὲ τὸ συναμφότερον, ἀλλὰ τὸν Λόγον ἐν ἀρχῇ μὲν εἶναι Λόγον ἀπλῶς· ὅτε δὲ ἐνηνθρώπησε, τότε ὠνομάσθαι Υἱόν· πρὸ γὰρ τῆς ἐπιφανείας μὴ εἶναι Υἱὸν, ἀλλὰ Λόγον μόνον· καὶ ὥσπερ ὁ Λόγος σὰρξ ἐγένετο, οὐκ ὢν πρότερον σὰρξ, οὕτως ὁ Λόγος Υἱὸς γέγονεν, οὐκ ὢν πρότερον Υἱός. ᾿Ταῦτα μὲν ἐκείνων τὰ φλυαρήματα· ἔχει δὲ τὸν ἔλεγχον ἐναργῆ.