Ancient Greek · ~4 min
Chapter 5
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 5
Not analysed yet
5. Ἐκ τοῦ Δευτερονομίου· ‘Ὑμεῖς δὲ οἱ προσκείμενοι Κυρίῳ τῷ Θεῷ ὑμῶν, ζῆτε πάντες ἐν τῇ σήμερον. ᾿Ἐκ τούτου δυνατὸν εἰδέναι τὴν διαφορὰν, καὶ γνῶναι ὅτι οὐκ ἔστι κτίσμα ὁ Υἱὸς τοῦ Θεοῦ. Ὁ μὲν γὰρ Υἱὸς λέγει, ‘Ἐγὼ καὶ ὁ Πατὴρ ἕν ἐσμεν· ᾿καὶ, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοί· ᾿τὰ δὲ γενητὰ, ὅτʼ ἂν προκόπτῃ, πρόσκειται τῷ Κυρίῳ. Ὁ μὲν γὰρ Λόγος, ὡς ἴδιος, ἐν τῷ Πατρί ἐστι· τὰ δὲ γενητὰ, ἔξωθεν ὄντα, πρόσκειται, ὡς τῇ μὲν φύσει ἀλλότρια, τῇ δὲ προαιρέσει προσκείμενα. Καὶ γὰρ καὶ υἱὸς μὲν ὁ φύσει, ἕν ἐστι μετὰ τοῦ γεννῶντος· ὁ δὲ ἔξωθεν υἱοποιούμενος προσκείσεται τῷ γένει. Διὰ τοῦτο καὶ εὐθὺς ἐπιφέρει, ὅτι ‘ποῖον ἔθνος μέγα, ᾧ ἐστιν αὐτῷ Θεὸς ἐγγίζων; ʼ καὶ ἀλλαχοῦ, ‘Θεὸς ἐγγίζων ἐγώ· ʼ τοῖς γὰρ γενητοῖς ἐγγίζει, ὡς ξένοις αὐτοῦ οὖσι· τῷ δὲ Υἱῷ, ὡς ἰδίῳ, οὐκ ἐγγίζει, ἀλλʼ ἐν αὐτῷ ἐστι· καὶ ὁ Υἱὸς οὐ πρόσκειται, ἀλλὰ σύνεστι τῷ Πατρί. Ὅθεν καὶ πάλιν λέγει Μωσῆς ἐν αὐτῷ τῷ Δευτερονομίῳ, ‘τῆς φωνῆς αὐτοῦ ἀκούσεσθε, καὶ αὐτῷ προστεθήσεσθε. ᾿Τὸ δὲ προστιθέμενον ἔξωθεν προστίθεται.