Ancient Greek · ~10 min
Chapter 4
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 4
Not analysed yet
4. Λεκτέον οὖν· Ὁ Θεὸς σοφὸς καὶ οὐκ ἄλογός ἐστιν, ἢ τοὐναντίον ἄσοφος καὶ ἄλογος ; Εἰ μὲν οὖν τὸ δεύτερον, αὐτόθεν ἔχει τὴν ἀτοπίαν· εἰ δὲ τὸ πρῶτον, ἐρωτητέον, πῶς ἐστι σοφὸς, καὶ οὐκ ἄλογος· πότερον ἔξωθεν ἐσχηκὼς τὸν Λόγον καὶ τὴν σοφίαν, ἢ ἐξ ἑαυτοῦ; Εἰ μὲν οὖν ἔξωθεν, ἔσται τις ὁ προδεδωκὼς αὐτῷ, καὶ πρὶν λαβεῖν ἄσοφος καὶ ἄλογος· εἰ δὲ ἐξ αὐτοῦ, δῆλον ὅτι οὐκ ‘ἐξ οὐκ ὄντων, οὐδʼ ‘ἦν ποτε ὅτε οὐκ ἦν· ᾿ἀεὶ γὰρ ἦν· ἐπεὶ καὶ οὗ ἐστιν εἰκὼν, ἀεὶ ὑπάρχει. Ἐὰν δὲ λέγωσιν ὅτι ‘σοφὸς μὲν ἔστι καὶ οὐκ ἄλογος, ἰδίαν δὲ ἔχει ἐν ἑαυτῷ σοφίαν καὶ ἴδιον Λόγον, οὐ τὸν Χριστὸν δὲ, ἀλλʼ ἐν ᾦ καὶ τὸν Χριστὸν ἐποίησεʼ λεκτέον, ὅτι, εἰ ὁ Χριστὸς ἐν ἐκείνῳ τῷ Λόγῳ γέγονε, δῆλον ὅτι καὶ τὰ πάντα· καὶ αὐτὸς ἃν εἴη περὶ οὗ λέγει Ἰωάννης, ‘πάντα δι᾿ αὐτοῦ ἐγένετο καὶ ὁψαλμῳδὸς δὲ, ‘πάντα ἐν σοφίᾳ ἐποίησας. ᾿Εὑρεθήσεται δὲ ὁ Χριστὸς ψευδό. μενος, ‘ἐγὼ ἐν τῷ Πατρὶ,᾿ ὄντος ἑτέρου ἐν τῷ Πατρί. Καὶ, ‘ὁ Λόγος δὲ σὰρξ ἐγένετο,ʼ οὐκ ἀληθὲς κατʼ αὐτούς· εἰ γὰρ, ἐν ᾧ τὰ πάντα ἐγένετο, αὐτὸς ἐγένετο σὰρξ, ὁ δὲ Χριστὸς οὐκ ἔστιν ἐν τῷ Πατρὶ Λόγος, δι᾿ οὗ τὰ πάντα ἐγένετο, ἄρα ὁ Χριστὸς οὐ γέγονε σὰρξ, ἀλλʼ ἴσως ὠνομάσθη ‘Λόγος’ ὁ Χριστός. Καὶ εἰ τοῦτο, πρῶτον μὲν ἄλλος ἂν εἴη παρὰ τὸ ὄνομα· ἔπειτα οὐ δι᾿ αὐτοῦ ἐγένετο τὰ πάντα, ἀλλʼ ἐν ἐκείνῳ, ἐν ᾦ καὶ ὁ Χριστός. Εἰ δὲ φήσαιεν, ὡς ποιότητα εἶναι ἐν τῷ Πατρὶ τὴν σοφίαν, ἢ αὐτοσοφίαν εἶναι, ἀκολουθήσει τὰ ἐν τοῖς ἔμπροσθεν ἄτοπα εἰρημένα. Ἔσται γὰρ σύνθετος, καὶ αὐτὸς ἑαυτοῦ Υἱὸς καὶ Πατὴρ γινόμενος. Πλὴν ἐλεγκτέον καὶ δυσωπητέον αὐτοὺς, ὅτι ὁ ἐν τῷ Θεῷ Λόγος οὐκ ἂν εἴη κτίσμα, οὐδὲ ἐκ τοῦ μὴ ὄντος· ὄντος δὲ ἅπαξ ἐν Θεῷ Λόγου, αὐτὸς ἂν εἴη ὁ Χριστὸς ὁ λέγων, ‘ἐγὼ ἐν τῷ Πατρὶ, καὶ ὁ Πατὴρ ἐν ἐμοὶ,ʼ ὁ διὰ τοῦτο καὶ μονογενὴς ὢν, ἐπειδὴ οὐκ ἄλλος τις ἐξ αὐτοῦ ἐγεννήθη. Εἷς οὗτος Υἱὸς, ὅς ἐστι Λόγος, σοφία, δύναμις· οὐ γὰρ σύνθετος ἐκ τούτων ὁ Θεὸς, ἀλλὰ γεννητικός. Ὥσπερ γὰρ τὰ κτίσματα Λόγῳ δημιουργεῖ, οὕτω κατὰ φύσιν τῆς ἰδίας οὐσίας ἔχει γέννημα τὸν Λόγον, διʼ οὗ καὶ δημιουργεῖ, καὶ κτίζει, καὶ οἰκονομεῖ τὰ πάντα. Τῷ γὰρ Λόγῳ καὶ τῇ Σοφίᾳ τὰ πάντα γέγονε, καὶ τῇ δτατάξει αὐτοῦ διαμένει τὰ σύμπαντα. Τὸ αὐτὸ δὲ καὶ περὶ ‘Υἰοῦ·’ εἰ ἄγονος, καὶ ἀνενέργντος ὁ Θεός· γέννημα γὰρ αὐτοῦ ὁ Υἱὸς, διʼ οὗ ἐργάζεται· εἰ δὲ μὴ, αἱ αὐταὶ ἐρωτήσεις καὶ τὰ αὐτὰ ἄτοπα τοῖς ἀναισχυντοῦσιν ἀκολουθήσει.