Ancient Greek · ~4 min
Chapter 7
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 7
Not analysed yet
7. Ὥσπερ γὰρ τὰς ἀσθενείας ἡμῶν λαμβάνει οὐκ ἀσθενῶν, καὶ πεινᾷ οὐ πεινῶν, ἀλλὰ τὰ ἡμῶν ἀναπέμπει εἰς τὸ ἐξαλειφθῆναι· οὕτω τὰς ἀντὶ τῶν ἀσθενειῶν παρὰ Θεοῦ δωρεὰς πάλιν αὐτὸς δέχεται, ἵνα συναφθεὶς ἄνθρωπος μεταλαβεῖν δυνηθῇ. Λέγει γοῦν ὁ Κύριος, πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς· ᾿καὶ πάλιν, ‘ὑπὲρ αὐτῶν ἐρωτῶ.’ Ἠρώτα γὰρ ὑπὲρ ἡμῶν τὰ ἡμῶν ἀναδεχόμενος, καὶ ἐδίδου ἃ ἐλάμβανεν. Ἐπειθὴ οὖν, συναφθέντος τοῦ Λόγου τῷ ἀνθρώπῳ, εἰς τὸν Λόγον ἀποβλέπων ἐχαρίζετο ὁ Πατὴρ τῷ ἀνθρώπῳ τὸ ὑψωθῆναι, τὸ ἔχειν πᾶσαν ἐξουσίαν, καὶ ὅσα τοιαῦτα, διὰ τοῦτο αὐτῷ τῷ Λόγῳ πάντα ἀναφέρεται, καὶ ὡς αὐτῷ ‘διδόμενάʼ ἐστιν, ἃ διʼ αὐτοῦ ἡμεῖς λαμβάνομεν. Ὡς γὰρ διʼ ἡμᾶς ἐνηνθρώπησεν αὐτὸς, οὕτως ἡμεῖς διʼ αὐτὸν ὑψούμεθα. Οὐδὲν οὖν ἄτοπον εἰ, ὥσπερ διʼ ἡμᾶς ἐταπείνωσεν ἑαυτὸν, καὶ διʼ ἡμᾶς λέγεται ὑπερυψῶσθαι. ‘Ἐχαρίσατοʼ οὖν ‘αὐτῷ,᾿ ἀντὶ τοῦ ‘ἡμῖν διʼ αὐτὸνʼ καὶ ‘ὑπερύψωσεν,ʼ ἀντὶ τοῦ ‘ἡμᾶς ἐν αὐτῷ. ᾿Καὶ αὐτὸς δὲ ὁ Λόγος, ἡμῶν ὑψουμένων, καὶ λαμβανόντων, καὶ βοηθουμένων, ὡς αὐτὸς ὑψούμενος, καὶ λαμβάνων, καὶ βοηθούμενος, εὐχαριστεῖ τῷ Πατρὶ, τὰ ἡμέτερα εἰς ἑαυτὸν ἀναφέρων, καὶ λέγων, ‘πάντα ὅσα δέδωκάς μοι, δέδωκα αὐτοῖς. ᾿