Ancient Greek · ~4 min
Chapter 8
Athanasius Alexandrinus, Oratio quarta contra Arianos [Sp.] 8
Not analysed yet
8. Οἱ περὶ Εὐσέβιον οἱ Ἀρειομανῖται, ἀρχὴν τοῦ εἶναι τῷ Υἱῷ διδόντες, προσποιοῦνται μὴ βούλεσθαι ἀρχὴν αὐτὸν ἔχειν βασιλείας· ἔστι δὲ γελοῖον· ὁ γὰρ ἀρχὴν τοῦ εἶναι διδοὺς τῷ Υἱῷ, πρόδηλον ὅτι καὶ τοῦ βασιλεύειν ἀρχὴν δίδωσιν αὐτῷ· ὥστε ὁμολογοῦντες ὃ ἀρνοῦνται, τυφλώττουσι. Καὶ πάλιν οἱ λέγοντες μόνον ὄνομα εἶναι ‘Υἱοῦ,᾿ ἀνούσιον δὲ καὶ ἀνυπόστατον εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, τουτέστι τὸν Λόγον τοῦ Πατρὸς, προσποιοῦνται ἀγανακτεῖν κατὰ τῶν λεγόντων, ‘ἦν ποτε ὅτε οὐκ ἦν· ᾿ἔστι δὲ καὶ τοῦτο γελοῖον· οἱ γὰρ ὅλως τὸ εἶναι αὐτῷ μὴ διδόντες, ἀγανακτοῦσι κατὰ τῶν κᾂν χρόνῳ διδόντων. Καὶ οὗτοι οὖν ὅπερ ἀρνοῦνται, διὰ τοῦ ἐπιτιμᾷν τοῖς ἄλλοις, ὁμολογοῦσι. Πάλιν τε οἱ περὶ Εὐσέβιον, Υἱὸν ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι φύσει Λόγον, καὶ κατʼ ἐπίνοιαν ‘Λόγον’ λέγεσθαι τὸν Υἱὸν βούλονται· οἱ δὲ ἕτεροι, Λόγον ὁμολογοῦντες, ἀρνοῦνται αὐτὸν εἶναι Υἱὸν, καὶ κατʼ ἐπίνοιαν ‘Υἱὸν᾿ λέγεσθαι τὸν Λόγον βούλονται, ἐξ ἴσου κενοβατοῦντες.