Ancient Greek · ~2 min
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Δευτέρα ἐντυχία τῶν Ἀρειανῶν
Athanasius Alexandrinus, Petitiones Arianorum 1-3
Not analysed yet
κατηγορίας καὶ ἀποδείξεις ἔχομεν κατὰ Ἀθανασίου, ὅστις πρὸ δέκα καὶ εἴκοσι καὶ τριάκοντα ἐτῶν ἐξωρίσθη ἀπὸ τῶν ἀειμνήστων Κωνσταντίνου καὶ Κωνσταντίου, καὶ ἐπὶ τοῦ θεοφιλεστάτου καὶ φιλοσοφωτάτου καὶ μακαριωτάτου Ἰουλιανοῦ ἔσχε τὴν ἐξόρισιν. ὁ βασιλεὺς εἶπεν· αἱ πρὸ δέκα καὶ εἴκοσι καὶ τριάκοντα ἐτῶν κατηγορίαι ἤδη παρῆλθον. ἐμοὶ μὴ λέγετε περὶ Ἀθανασίου· οἶδα γὰρ διά τι κατηγορήθη καὶ πῶς ἐξωρίσθη.