Ancient Greek · ~5 min
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Τρίτη ἐντυχία τῶν Ἀρειανῶν
Athanasius Alexandrinus, Petitiones Arianorum 1-4
Not analysed yet
καὶ νῦν πάλιν κατηγορίας ἔχομεν ἄλλας τινὰς κατὰ Ἀθανασίου. ὁ βασιλεὺς εἶπεν· οὐκ ἐκ τῆς πολυοχλίας καὶ ἐκ τῶν πολυφωνημάτων τὰ δίκαια φανήσεται. ἀλλ’ ἢ ἐκλέξασθε δύο ἐξ ἑαυτῶν καὶ ἐκ τῶν τοῦ πλήθους ἑτέρους δύο· οὐ γὰρ δύναμαι πρὸς ἕνα ἕκαστον ὑμῶν ἀποφαίνεσθαι. οἱ ἐκ τοῦ πλήθους εἶπαν· οὗτοί εἰσι τὰ λείψανα ἀπὸ τοῦ ἀνοσίου Γεωργίου τοῦ ἐρημώσαντος τὴν ἐπαρχίαν ἡμῶν καὶ ἐν ταῖς πόλεσι βουλευτὴν μὴ ἐάσαντος οἰκῆσαι. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, εἴ τινα ἂν θέλῃς χωρὶς Ἀθανασίου. ὁ βασιλεὺς εἶπεν· εἶπον ὑμῖν, ὅτι τὰ περὶ Ἀθανασίου ἤδη διοίκησιν ἔσχε. καὶ ὀργισθεὶς εἶπε· φέρι, φέρι. οἱ Ἀρειανοὶ εἶπον· δεόμεθά σου, ἐὰν πέμψῃς Ἀθανάσιον, λυμαίνεται ἡ πόλις ἡμῶν, καὶ οὐδεὶς αὐτῷ συνέρχεται. ὁ βασιλεὺς εἶπε· καίτοι περιεργασάμενος ἔγνων, ὅτι καλῶς φρονεῖ καὶ ὀρθόδοξός ἐστι καὶ καλῶς διδάσκει. οἱ Ἀρειανοὶ εἶπον· τῷ μὲν στόματι καλῶς φθέγγεται, τῇ δὲ ψυχῇ δολίως φρονεῖ. ὁ βασιλεὺς εἶπε· τοῦτο ἀρκετόν ἐστιν, ὅτι ὑμεῖς ἐμαρτυρήσατε περὶ αὐτοῦ, ὅτι καλῶς φθέγγεται καὶ καλῶς διδάσκει. εἰ δὲ τῇ γλώσσῃ καλῶς διδάσκει καὶ λέγει, τῇ δὲ ψυχῇ κακῶς φρονεῖ, πρὸς τὸν θεὸν ἔχει. ἄνθρωποι γὰρ ὄντες τὸν λόγον ἀκούομεν, τὰ δὲ ἐγκάρδια ὁ θεὸς οἶδεν.