Ancient Greek · ~1 min
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου.
Athanasius Alexandrinus, Petitiones Arianorum 2-3
Not analysed yet
καὶ δι’ Εὐζωΐου ἠξίωσαν τοὺς περὶ Προβάτιον, τοὺς διαδόχους Εὐσεβίου καὶ Βαρδίωνος, τοὺς εὐνούχους, ὡς ἵνα συστάσεως τύχωσιν οἱ ἄπιστοι Ἀρειανοί. καὶ γνοὺς τοῦτο βασιλεὺς καὶ τοὺς εὐνούχους βασανίσας εἶπεν· εἴ τις ἐντυχεῖν βούλεται κατὰ Χριστιανῶν, τοιαῦτα πάθοι. καὶ οὕτως ἀφῆκεν ὁ βασιλεύς.