Ancient Greek
Ἐντυχία γενομένη ἐν Ἀντιοχείᾳ Ἰωβιανῷ βασιλεῖ, παρὰ Λουκίου καὶ Βερνικιανοῦ καὶ ἑτέρων τινῶν Ἀρειανῶν κατὰ Ἀθανασίου ἐπισκόπου Ἀλεξανδρείας, Ἑτέρα ἐντυχία πρὸς τῷ πυλῶνι τοῦ παλατίου γενομένη παρὰ Λουκίου.
Athanasius Alexandrinus, Petitiones Arianorum 1-5
Not analysed yet
δέομαί σου τοῦ κράτους, ἄκουσόν μου. ὁ βασιλεὺς ἐστάθη καὶ εἶπε· σοὶ αὐτῷ Λουκίῳ λέγω, πῶς ἦλθες ὧδε, πλοῒ ἢ πεζής; Λούκιος εἶπε· δέομαί σου, πλοΐ. ὁ βασιλεὺς εἶπε· πρὸς σὲ λέγω, Λούκιε, ὁ θεὸς τοῦ κόσμου καὶ κομήτης, ἥλιος καὶ σελήνη ὀργισθείη αὐτοῖς ἐκείνοις τοῖς ἐμπλέουσιν ἅμα σοι, ὅτι οὐκ ἔρριψάν σε εἰς τὴν θάλασσαν· καὶ ἡ ναῦς δὲ ἐκείνη μὴ ἴσχῃ εἰς τὸν ἅπαντα χρόνον εὐδρόμους πνοὰς μήτε χειμαζομένη μετὰ τῶν ἐμπλεόντων λιμένος τύχοι.