Ancient Greek
484.1
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 484.1
Unproofread scanNot analysed yet
καθ' ὁμοιότητα τῶν προσφύτων, οὓς ἀδιακριτῶς (75) διεσπάραξαν· ἀλλὰ τῷ Πιλάτῳ προσήγγειλαν, ἀρχοντί 'Ρωμαίων, ἐντυχῶν εἰσπραξάμενοι, δίκας ἀπαιτοῦμενοι τῶν λεγομένων, συγκατάθεσιν μεθοδευόντων. Αὐὸ καὶ ὁ Πιλᾶτος, ὁ 'Ρωμαίων ἄρχων, ὡς εἶδε τοὺς Ἰουδαίους κυνογλωσσούντας κατὰ τῆς τοῦ Κυρίου ἀναρίεσεως (76), καὶ εἰδὼς, ὅτι διὰ φθόνου παραδόντες αὐτόν, ἐπηρώτα τοὺς Ἰουδαίους, φάσκων· Καθὼς ἰστε πάντες σαφῶς, οὐδὲν ἄξιον θανάτου εὗρισκω ἐν τῷ ἀνθρώπῳ τούτῳ, ὦ Ἰουδαῖοι. Τί τὴν τῶν 'Ρωμαίων ἀρχὴν μολύνειν σπεύδετε, ἀκρασίᾳ κρατούμενος τὸν δίκαιον, καὶ τὸν ἀνεύθυνον ὑπεύθυνον εἶναι θελόντες; Οὐδὲν ἄξιον θανάτου εὗρισκω ἐν τῷ ἀνθρώπῳ τούτῳ. Μᾶλλον οὖν ὁ Βαραββᾶς (77) φανευθῶ, ὁ δὲ Χριστὸς ἀπολυθῶ· δεῖ ἐκείνους μὲν φονευτὴς καὶ στασιώτης, οὗτος δὲ εὐεργέτης καὶ ζωοδότης· ἐπειδὴ καὶ ταύτην κατ' αὐτοῦ τὴν κατηγορίαν ἠσπάσαθε. Καὶ οὕτως δὲ Ἰουδαῖοι μὴ συντιθέμενοι, ἀλλ' ἐχθρὸν τοῦ Καίσαρος τὸν Πιλᾶτον φημίζοντες, οἵτινες κατὰ πρόσωπον ἔλεγον τῷ Πιλᾶτῳ, συνηγοροῦντι τῷ Χριστῷ· Οὐκ εἰ φίλος τοῦ Καίσαρος, ἐπειδὴ τὸν λέγοντα ἑαυτὸν βασιλέα ζωοποιεῖσθαι θέλει. Καὶ οὕτως (78) ὁ Πιλᾶτος οὐ συνεχώρησε τοῖς Ἰουδαίοις τῇ οἰκείᾳ γνώμῃ πᾶν ὅτιοῦν διαπράξασθαι. Εἰ γὰρ ἄν τὸν συνεχώρησε τοῖς Ἰουδαίοις, οἱ Ἰουδαῖοι λίθοις τὸν Κύριον ἐθανάτωσαν, ἢ ξυλίνῳ πρίονι κατέτρεψαν. Τοῦτο δὲ πραττομένου, ἡμεῖς τὸν σταυρὸν ἐξῃμιώμεθα· ἐπειδὴ 'Ρωμαίων χρησίμιον τὸ τοῦ σταυροῦ ξύλον. Διὸ καὶ ὁ Πιλᾶτος ἐπηρώτα τοὺς Ἰουδαίους· Τί θέλετε ποιήσω Ἰησοῦν, τὸν λεγόμενον Χριστόν; (79); Οἱ δὲ, τῇ 'Ρωμαίων παιδείᾳ βαρβάρους, ἐδύσαν· Ἄρον, ἄρον, σταύρωσον αὐτόν· καὶ εὐθέως ὁ Πιλᾶτος συνένευσεν· ἄνωθεν γὰρ ἐκέχρητο τὸ νεῦμα.