Ancient Greek
484.2
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 484.2
Unproofread scanNot analysed yet
5. Διὰ ταύτην οὖν τὴν εὐταξίαν ἢ ἐπὶ Αὐγούστου Καίσαρος πρώτη ἀπογραφὴ ἐνομοθετεῖτο· εἰ μὴ γὰρ προενομοθετήθη ἢ ἀπογραφὴ αὕτη, οὐκ ἂν τὸ τοῦ Κυρίου σῶμα τελείᾳ ταφῇ παρεδόθη· ἔμελλον γὰρ παῖδες Ἰουδαίων τῇ ὑπερβαλλούσῃ μανίᾳ ἢ πυρὶ παραδοῦναι τὸ τοῦ Κυρίου σῶμα, ἢ θαλάσσῃ καταποντίζειν. Εἰ γὰρ τὸν φίλον Ἰερεμίαν εἰς λάκκον βορβόρου κατέγαγον (80)· τί ἔμελλον εἰς τὸ τοῦ Κυρίου σῶμα διαπράττεσθαι, εἰ μὴ τὸν 'Ρωμαϊκὸν νόμον εἰχον κολαφίζοντα; Διὸ καὶ τῶν Ἰουδαίων μὴ συγχωρούντων παρὰ τῷ Πιλᾶτῳ δεξάσθαι τὸ τοῦ Κυρίου σῶμα, Ἰωσὴφ ὁ ἀπὸ Ἀριμαθαίας, φίλος ὢν τοῦ Πιλᾶτου, προσελθὼν ἠτήσατο παρ' αὐτοῦ τὸ τοῦ Κυρίου σῶμα, ἀσύγκριτον τι (81) προσενέγκας. Ἀναγκαια τοίνυν ἢ ἀπογραφὴ ἢ ἐπὶ Αὐγούστου Καίσαρος· εἰ