Ancient Greek
486.1
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 486.1
Unproofread scanNot analysed yet
ἐν ψύφτοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία. Τότε γονυπετήσεις, καὶ οὐ καταζητήσεις. Οὐχ ὁρᾷς τῆς ὁδοῦ τὴν διάσιν, Ἰωσὴφ, καὶ ὅτι οὐδεῖς ἀνθρώπων συνοδοιπορεῖ ἡμῖν; Οὐχ ὁρᾷς τὸν ἥλιον λαμπροτέραν στολὴν ἀναβαλλόμενον (87); Οὐχ ὁρᾷς πᾶσαν τὴν κτίσιν σκιρτῶσαν; Οὐχ ὁρᾷς τὰ δρῆ πηδῶντα; Οὐχ ὁρᾷς τοὺς βουνούς εὐφραινομένους; Οὐχ ὁρᾷς τὰς ἀρέας τῶν ὕδάτων ὑπερβλύζουσας; Οὐχ ὁρᾷς τὸν Ἰορδάνην ἐξω περιτρέχοντα; Ἀπὸ τῶν σημείων σόχασαι τὸ τεκμήριον, καὶ μὴ, ὅτι ἐγκυὸς εἰμί, δίσταζε, Ἰωσὴφ. Ἐδανείσθην, οὐχ ἐμολύνθην· ἔχρησα τὴν κοιλίαν, οὐχ ἐμόλυνα τὴν παρθενίαν. Μὴ ἀπιστήσῃς τοῖς προκειμένοις, ὦ Ἰωσὴφ. Ὅτε μαυθήσομαι (88), τότε σὲ εἰμὶ γνωρισθήσομαι · νῦν ἀνεῴζομαι, τότε μακαρισθήσομαι · νῦν ὡς αἰτίαν ἀπελαύνεις, τότε ὡς ἁγίαν ἐγγύς εἶναι παρακαλεῖσαι. Μὴ, ὅτι δοκεῖς φυλάττεσθαι (89), μεγαλυνούἐγώ γάρ σε φυλάττω· ὁ γὰρ τὴν ἐμὴν κοιλίαν σκηνὴν ποιήσαι καταδεξάμενος, αὐτὸς πάσης τῆς φύσεως φύλαξ. Πορευθῶμεν τοίνυν, καὶ ἀναπόγραφοι γενώμεθα, ὅπως πληρωθῇ καὶ ἡ στρατιωτικὴ νομοθεσία, καὶ ἡ βασιλικὴ δογματοθεσία.