Ancient Greek
486.2
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 486.2
Unproofread scanNot analysed yet
7. Ἐν τούτοις ὁ Ἰωσὴφ εὐλαβηθεὶς, διττὴν λοιπὸν ὁδὸν ἐδίδασκε · τοὺς μὲν ποσὶ τὴν γῆν ἰχνουποιοῦν (90), τοὺς δὲ λογισμοῖς τὰς νεφέλας ὑπερπηδῶν. Τί γὰρ ἕτερον εἶχεν ὁ Ἰωσὴφ διαπράττεσθαι, ἢ ἄνω τὸν νοῦν σχολάζειν, ἐπειδὴ πᾶσα ὁδοὺς ἀγαθὴ ἀνωθὲν ἐστι δεδομένη. Διὰ τοῦτο λοιπὸν ὁ Ἰωσὴφ συμπεριεφέρετο τῇ Παρθένῳ, ὁμοῦ καὶ βοηθὸς καὶ σκόπος τῶν μελλόντων γενόμενος· οὐχ ὅτι ἔχρειεν βοηθοῦ ἡ Παρθένος, μᾶλλον δὲ ὁ ἐν Παρθένῳ κυοφορούμενος· αὐτὸς γὰρ ὁ πάντων βοηθὸς ἦν καὶ ἔστι (91), καὶ πρὸς αὐτὸν ἐκέχρηγεν ὁ κράζων· «Ἡ βοήθειά μου παρὰ Κυρίῳ τοῦ ποιήσαντος τὸν οὐρανὸν καὶ τὴν γῆν. »Ἀλλ’ ὅτι ἀναγκαῖον ἦν ὡς πραγματείαν τῆς οἰκονομίας, τοῦ εἶναι τὸν Ἰωσὴφ βοηθόν, πρὸς τὸ τὴν Παρθένον ὡς θανόνδρον φημίζεσθαι, πρὸς τὸ λαβεῖν τὸν διάβολον τὸ κατακινδυνεύειν, ὅπως μὴ μάθῃ τὸ γενόμενον (92) · πῶς ὁ Θεὸς μετὰ τῶν ἀνθρώπων συναναστραφήναι κατεδέξατο. Τί οὖν ὁ εὐαγγελιστὴς Λουκᾶς; Καλλὸν γὰρ λοιπὸν συνιδεῖν καὶ τὸν Ἰωσὴφ πληροφορούμενον (93), καὶ τὸν οἴκιζον, ἔνθα ἡ Παρθένος ἀπεκύνεσε, τῆς Ἐκκλησίας τὸν τύπον δεχόμενον· ὅπου θυσιαστήριον μὲν ἡ φάτνη, ἐφημερευτὴς δὲ ὁ Ἰωσὴφ, διάκονοι δὲ οἱ ποιμένες, ἱερεῖς οἱ ἄγγελοι, ἀρχιερεὺς ὁ Κύριος, θρόνος ἡ Παρθένος, κρατήρες οἱ μᾶζοι, ἀναδάλοιον ἡ ἐνανθρώπησις, ρίπιστήρες τὰ χειρόδια, δίσκος δὲ ἄγιον Πνεῦμα, ὁ Πατὴρ δισκοκάλυμμα (94). Ὅτι δὲ τῆς Ἐκκλησίας τύπον προσ-