Ancient Greek
487.3
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 487.3
Unproofread scanNot analysed yet
8. Ὦ τῶν παραδόξων πραγμάτων! βαβαλ, πῶς μικρὰ τὰ ῥήματα, καὶ μεγάλα τὰ μυσταγωγήματα! «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήρωσαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν. »Ὦ τῶν παραδόξων πραγμάτων, ὁ τῶν χρόνων ποιητὴς ὡρισμένον χρόνον περιμένει! Ὁ ὁροθέτης τῶν χρόνων προθεσμίαν μηνῶν ἀνέμενεν, ἵνα μηδὲς φαντασίαν ἢ δόξιν νομίσῃ (96). «Ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐκεῖ, ἐπλήρωσαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτὴ τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ. »Ῥέπε τὴν μυστικὴν ἀποκύησιν τῆς Παρθένου· αὐτὴ ἔτεκεν, αὐτὴ ἐσπαργάνωσεν. Ἐπὶ τῶν κοσμικῶν γυναικῶν ἄλλη τίκτει, καὶ ἄλλη σπαργανοῖ· ἐπὶ δὲ τῆς Παρθένου οὐχ οὕτως· αὐτὴ ἔτεκεν, καὶ αὐτὴ ἐσπαργάνωσεν· καὶ αὐτὴ ἀκοπος μήτηρ καὶ ἀδίδακτος μαῖα, οὐ συνεχώρησεν ἀνάγνοις χερσίν (97) ἀψασθαι τινὰ τοῦ ἀχράντου τόκου· αὐτὴ διὰ ἑαυτῆς τὸν ἐξ αὐτῆς, πρὸ αὐτῆς καὶ ὑπὲρ αὐτῆς ἐθεράπευσεν· «Καὶ ἐσπαργάνωσεν αὐτόν, καὶ ἀνέκλινεν αὐτὸν ἐν τῇ φάτνῃ, διότι οὐκ ἦν αὐτοῖς τόπος ἐν τῷ καταλύματι. »Εἶδες, ὦ φίλε, πῶς τῆς Ἐκκλησίας τὸν τύπον προανεζωγράφης (98) ὁ εὐτελὲς καταλύγιον, ἔνθα ἡ Παρθένος ἔτεκεν, ἡ ἅπαξ κυοφορήσασα, καὶ δεύτερον μὴ γεννήσασα, καὶ ὕβρεως ἐμαρτὸν μὴ ὑπομείνασα· εἰ καὶ τινες μανέντες, διὰ τὸ ἀκοῦσαι αὐτοὺς λέγοντος τοῦ εὐαγγελιστοῦ Λουκᾶ· «Καὶ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον, »καὶ δεύτεραν σύλληψιν τῆς Παρθένου ἐδογμάτισαν (99), τὴν ἀφθαρσίαν εἰς φθορὰν μεταβάλλοντες· φάσκοντες ἐν τοῖς οἰκείοις δόγμασιν· Οὐκ ἂν λεχθεῖ πρωτότοκος, δευτέρου μὴ παρακολουθοῦντος. Οὐ μόνον δὲ οἱ ἐξ ἐναντίας τὸν Λουκᾶν τῆς οἰκείας ἀβελτηρίας προβάλλονται μάρτυρα, ἀλλὰ καὶ τὸν εὐαγγελιστὴν Ματθαῖον τὰ αὐτὰ μηνύοντα, καὶ ἐτι σαφέστερον παρεγγυῶντα· ὅτι καὶ τὰς ἐκείνου λέξεις φανεραιοῦσιν οἱ ἄθεοι, ἐν τοῖς ἑαυτῶν συγγράμμασι λέγοντες ὅπερ Ἰωσὴφ ἐν ὀπτασίᾳ (1) δεδόμενος ἀναγέγραπται, τοῦ εὐαγγελιστοῦ Ματθαίου λέγοντος· «Ἀφθὴ δὲ ἄγγελος Κυρίου κατ’ ὄναρ τῷ Ἰωσήφ, λέγων· Ἰωσὴφ υἱὸς Δαβὶδ, μὴ φοβηθῆς παραλαβεῖν Μαρίαν τὴν γυναῖκά σου· τὸ γὰρ ἐν αὐτῇ (2) γεννηθέν, ἐκ Πνεύματος ἐστὶν ἁγίου. Ἀναστὰς δὲ, φησίν, Ἰωσὴφ, παρέλαβε Μαρίαν τὴν γυναῖκα αὐτοῦ, καὶ ἐπορεύθησαν εἰς Αἴγυπτον· καὶ οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὐ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. »Ὁμοίως καὶ