Ancient Greek
488.1
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 488.1
Unproofread scanNot analysed yet
(3) ταύτας τὰς λέξεις οἱ ἐξ ἐναντίας παρεργύονται, ἐκ δευτέρου τὴν ἐκδοῦν Παρθένον κυοφορήσαι δογματίζοντες. Ἄλλ’ ἀπαγε τῆς ἀτοπίας! ἀκηλίδωτον ἐμεῖνε πάντως τὸ παρθενικὸν καὶ ἐνὸδον χειμῶν· οὐδ’ ἐμολύνθη ὁ δεύτερος οὐρανός· οὐδ’ ἡρεωθῆ τὸ τοῦ Ὑψίστου θεοχώρητον σκεῦος. Πρωτότοκος ὁ Κύριος ἠκούσεν ἐκ τῆς Παρθένου· καὶ καλῶς ἠκούσεν· οὐχ ὅτι δεύτερος τινὰ ὁμοιογενῆ προσκαλέσατο· ἀλλ’ ὅτι πρωτότοκος ὑπῆρχε, τοῦτέστιν ἀσύγκριτος. Οὐδὲ γὰρ (4), διὰ τὸ εἰπεῖν τὸν μακάριον Παῦλον περὶ τῆς τοῦ Κυρίου ἐκ τοῦ Πατρὸς ἀνάρχου γεννήσεως, ὅς ἐστι πρωτότοκος πάσης κτίσεως, ἤδη καὶ ἀδελφὸν τοῦ Κυρίου φυσικὸν συνέγραψεν· οὐδ’ αὖ πάλιν ὁ αὐτὸς Παῦλος, τὸν αὐτὸν Κύριον πρωτότοκον ἐκ τῶν νεκρῶν καλέσας, ἤδη καὶ ὁμοιον τοῦ Κυρίου παρεισήγαγε, παραπλησίως τὴν ἄλλην πατήσαντα.