Ancient Greek
488.2
Athanasius Alexandrinus, Sermo De Descriptione Deiparae [Sp.] 488.2
Unproofread scanNot analysed yet
9. Διὸ ἀκούε συντεῦς, καὶ πίστευε θεοφιλῶς. B Πρωτότοκος ὁ Κύριος ἐκ τῶν νεκρῶν, καὶ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τῆς Παρθένου, ἐνα διὰ πάντων γνωσθῆ τὸ μοναδικὸν τῆς υἱότητος ἀξίωμα. Ἀσύγκριτος δὲ ὁ δεσποτικὸς τόκος· ὅπου γὰρ ἡ Μήτηρ Παρθένος, πῶς τόκος ἐρμηνευόμενος; Ὁμοίως καὶ τὸ εἰπεῖν τὸν εὐαγγελιστὴν Ματθαῖον περὶ τοῦ Ἰωσὴφ, ὅτι «Οὐκ ἐγίνωσκεν αὐτήν, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον· »οὐχ ἐγίνωσκεν γὰρ αὐτὴν Ἀληθῶς, ἕως οὗ ἔτεκε τὸν υἱὸν αὐτῆς τὸν πρωτότοκον. Ἐως οὗ ἡ Παρθένος ἐκκυοφῆσι (5), οὐχ ἐγνώριζεν αὐτὴν ὁ Ἰωσὴφ· οὐχ ἤδει, τί τὸ ἐν αὐτῇ· οὐχ ἤδει, τί τὸ πραγματευόμενον· οὐχ ἤδει, τί τὸ κατασκευαζόμενον· μόνον γὰρ ἔτεκε, καὶ τότε ἐγνώρισε· τότε ἔγνω ὁ Ἰωσὴφ εἰς (6) ἥν ἡ δύναμις τῆς Παρθένου, καὶ τί γενέσθαι κατηξιώθη· τότε ἔγνω, ὅτι μαζὸν ἐπέθωκε, καὶ φλεβουσίλιαν οὐχ ὑπέμεινε· τότε ἔγνω, ὅτι ἐξελόγυσε, καὶ τὰ τῶν λοχίων οὐ κατσῦνσε· τότε ἔγνω, ὅτι θηλὶν παρέιχεν ἡ ἀχρότομος πέτρα τῇ νηπῆι πέτρᾳ· τότε ἔγνω ὁ Ἰωσὴφ, ὅτι περὶ αὐτῆς ἐγράψεν Ἠσαΐας· «Ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ ἕξει. »Διὰ τὸ ἀσύγκριτον τοιγαροῦν πρωτότοκος ὁ Ἰησοῦς. Εἰ δὲ δεῖ ἐπαληθεῦσαι τῷ λόγῳ, ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς ἐκ Πατρὸς· μόνος γὰρ ἐκ μόνου ἀνάρχως γεγέννηται· ὁ αὐτὸς Κύριος καὶ Μονογενὴς καὶ πρωτότοκος· Μονογενὴς ἐκ τοῦ Πατρὸς, Μονογενὴς ἐκ τῆς μητρὸς, διὰ τὴν ὅρον τῆς οἰκονομίας. Ἔχει γὰρ πολλοὺς ἀδελφοὺς, οὐ φύσει, ἀλλὰ χάριτι, καὶ ἐν τῇ Παρθένῳ καὶ ἐν τῷ Πατρὶ. Ὁμοίως καὶ ἐν τῇ ἀναστάσει ἔχει ἀδελφοὺς ὁ Κύριος· καὶ τίνες οὗτοι; Πρὸ πάντων οἱ ἅγιοι D ἀπόστολοι, πρὸς οὓς ὁ Κύριος ἔφη· «Πορεύομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν· »πρὸς οὓς ὁ Κύριος ἔφη· «Ὑμεῖς δὲ, προσευχόμενοι, λέγετε· Πατέρα ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς (7), ἁγιασθήτω τὸ ὄνομά σου, »ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος νῦν καὶ ἀεί, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.