Ancient Greek
Section 13
Athanasius Alexandrinus, Sermo exhortatorius [Sp.] (e cod. Paris. gr. 769) 13
Not analysed yet
Καὶ βλέπε, ἄνθρωπε, μὴ ὀξυνθῇς, ὅτι ὁ διάβολος ἐπιφέρει τὴν ὀξυχολίαν, ἵνα ὀξυνθῇς, καὶ ἀπολέσῃς τὴν ψυχήν σου, τὴν δὲ πραΰτητα ὁ θεὸς διδοίη, ἵνα διὰ τῆς πραΰτητος καὶ τῆς ἐλεημοσύνης σωθῇς. Καὶ βλέπε, ἄνθρωπε, τὸν καλλωπισμὸν τῶν ἱματίων μὴ ἀγαπήσῃς, μηδὲ τὴν βλακείαν ποθῇς, ἀλλὰ μᾶλλον ταπεινὰ φόρει καὶ εὐτελῆ διὰ τὸν θεὸν, ἵνα ἐκεῖθεν ἐνδύσῃ σε ὁ θεὸς ἡμῶν στολὴν δόξης, ἔνδυμα ἀφθαρσίας, στέφανον κάλλους, διάδημα βασιλείας, ἵνα τότε ἔχῃ ἡ ψυχή σου παῤῥησίαν πρὸς τὸν θεὸν λέγουσα· Κύριε ἐν τῷ κόσμῳ τούτῳ τῷ ματαίῳ πολλὰ ὑστερήθην ἵνα τὴν βασιλείαν σου ἀπολαύω δέσποτα, καὶ τότε ἐρεῖ ὁ δεσπότης ἡμῶν Χριστὸς φιλάνθρωπος καὶ ἐλεήμων· οὗ μὲν ὀλίγα ἐκοπίασας, πρῶτα ἡτοίμασά σοι ἐγὼ, ἀλλὰ δεῦρο εἴσελθε εἰς τὸν νυμφῶνα τῆς δόξης μου, καὶ ἀπόλαυσον ἃ ὀφθαλμὸς οὐκ εἶδεν, καὶ οὖς οὐκ ἤκουσεν, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη ὅσα ἡτοίμασα τοῖς ἀγαπῶσιν τὸ ὄνομά μου.