Ancient Greek
Section 14
Athanasius Alexandrinus, Sermo exhortatorius [Sp.] (e cod. Paris. gr. 769) 14
Not analysed yet
Ἐν ὀγδοήκοντα γὰρ ἔτη πληροῦται ὁ χρόνος τοῦ ἀνθρώπου, εἰ καὶ τρυφῶμεν καὶ πλουτῶμεν πεντήκοντα ἔτη καὶ ἑκατὸν καὶ μετὰ ταῦτα τί πρόκειται; Μακάριοι οἱ σπουδάζοντες ἐπιτυχεῖν τῆς ἀτελευτήτου βασιλείας. Μακάριος ὁ ἄνθρωπος ἐκεῖνος ὁ διὰ τοῦ ἰδίου πλούτου λυτρώσηται τὴν ἑαυτοῦ ψυχὴν ἐκ τῆς κολάσεως, λυτροῦται γὰρ τὸν ἄνδρα ὁ ἴδιος πλοῦτος, καὶ πάλιν· Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσηται αὐτὸν ὁ Κύριος. Ποίαν ἡμέραν πονηρὰν λέγει ὁ προφήτης; ἐδιηγεῖτο μὲν ἡμῖν περὶ τὴν ἡμέραν τῆς κρίσεως, τί γὰρ χειρότερον κολάσεως; ὄντως οὐδέν. Τί γὰρ ἀδυνατεῖ τῷ θεῷ ὄμβρους χρυσοῦ κατενεγκεῖν ἐπὶ τὴν γῆν ἵνα πάντες πλοῦτον ἔχωμεν; παρὰ τῷ θεῷ πάντα δυνατά εἰσι. Ἵνα ὁ πένης ἄφεσις τῶν ἁμαρτιῶν τοῦ πλουσίου γένηται, καὶ ὁ πλούσιος τοῦ πένητος, ὅτι τῷ θεῷ πρέπει τιμὴ καὶ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.