Ancient Greek
149.1 to 150.6
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 149.1-150.6
Unproofread scanNot analysed yet
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΑΘΑΝΑΣΙΟΥ ΣΥΝΟΨΙΣ ΕΠΙΤΟΜΟΣ ΤΗΣ ΘΕΙΑΣ ΓΡΑΦΗΣ, ΠΑΛΑΙΑΣ ΚΑΙ ΝΕΑΣ ΔΙΑΘΗΚΗΣ. A 1. Πᾶσα Γραφὴ ἡμῶν Χριστιανῶν, θεόπνευστός ἐστιν. Οὐχ ἀόριστα δέ, ἀλλὰ μᾶλλον ὡρισμένα καὶ κεκανονισμένα ἔχει τὰ βιβλία. Καὶ ἐστὶ τῆς μὲν Παλαιᾶς Διαθήκης ταῦτα :Γένεσις, οὗ ἡ ἀρχὴ · «Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. »Ἔξοδος, οὗ ἡ ἀρχὴ · «Ταῦτα τὰ ὀνόματα τῶν υἱῶν Ἰσραὴλ τῶν εἰσπορευομένων εἰς Αἴγυπτον. »Λευϊτικόν, οὗ ἡ ἀρχὴ · «Καὶ ἐκάλεσε Μωϋσῆν, καὶ ἐλάλησε Κύριος αὐτῷ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. »Ἀριθμοί, οὗ ἡ ἀρχὴ · «Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν ἐν τῇ ἐρήμῳ τῇ Σινὰ ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου. »Δευτερονομίον, οὗ ἡ ἀρχὴ · «Οὗτοι οἱ λόγοι, οὓς ἐλάλησε Μωϋσῆς παντὶ Ἰσραὴλ πέραν τοῦ Ἰορδάνου, ἐν τῇ ἐρήμῳ, πρὸς δυσμάς, πλησίον τῆς Ἐρυθρᾶς θαλάσσης. »Ἠσοῦς οἱ τοῦ Ναυή, οὗ ἡ ἀρχὴ · «(63) Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν δούλου Κυρίου, εἶπε Κύριος τῷ Ἠσοῦ, υἱῷ Ναυή, λειτουργῷ Μωϋσῆ, λέγων. »Κριταί, οὗ ἡ ἀρχὴ · «Καὶ ἐγένετο μετὰ τὴν τελευτὴν Ἠσοῦ, καὶ ἐπηρώτησαν οἱ υἱοὶ Ἰσραὴλ (64) ἐν Κυρίῳ λέγοντες · Τίς ἀναβήσεται πρὸς τοὺς Χαναναίους ἀρρηγούμενος; »Ῥοῦθ, οὗ ἡ ἀρχὴ · «Καὶ ἐγένετο ἐν τῷ χρόνῃ τῶν κριτῶν, ἐγένετο λιμὸς ἐν τῇ γῇ. »Βασιλειῶν πρώτη καὶ δευτέρα, εἰς ἓν ἀριθμούμεναι βιβλίον. Καὶ τῆς μὲν πρώτης ἡ ἀρχὴ · «Καὶ ἄνθρωπος ἐξ Ἀρμαθαὶμ Σιφά, ἐξ ὄρους Ἐφραὶμ, καὶ ὄνομα αὐτῷ Ἑλκανά, υἱὸς Ἰερεμεήλ, (65) υἱοῦ Ἠλεί. »Τῆς δὲ δευτέρας ἡ ἀρχὴ · «Ἐγένετο μετὰ τὸ ἀποθανεῖν Σαοὺλ, καὶ Δαβὶδ ἀνέστρεψε τύπτων τὸν Ἀμαλὴκ. »Βασιλειῶν τρίτη καὶ τετάρτη, εἰς ἓν πάλιν ἀριθμούμεναι βιβλίον. Καὶ τῆς μὲν τρίτης ἡ ἀρχὴ · «Καὶ ὁ βασιλεὺς Δαβὶδ πρεσβύτερος, προβεβηκὼς ἡμέραις· καὶ περιβάλλον αὐτὸν ἱματίοις, καὶ οὐκ ἐθερμίζετο. »