Ancient Greek
150.8 to 151.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 150.8-151.4
Unproofread scanNot analysed yet
Τῇ δὲ τετάρτης ἡ ἀρχὴ · «Καὶ θύετσε Μωὰβ ἐν Ἰσραὴλ, μετὰ τὸ ἀποθανεῖν Ἀχαβ. »Παραλειπομένων πρῶτον καὶ δεύτερον, εἰς ἓν ἀριθμούμενα βιβλίον. Καὶ ἐστι τοῦ μὲν πρώτου ἡ ἀρχὴ · «Ἀδάμ, Σηθ, Ἑνὼς, Καϊνάν, Μαλελεήλ, Ἰαρέδ, Ἑνὼχ, Μαθουσαλά, Λάμεχ, Νῶε. »Τοῦ δὲ δευτέρου ἡ ἀρχὴ · «Καὶ ἐνίσχυσε Σαλομὼν υἱὸς Δαβὶδ ἐπὶ τὴν βασιλείαν αὐτοῦ, καὶ Κύριος ὁ Θεὸς αὐτοῦ μετ᾽ αὐτοῦ, καὶ ἐμεγάλυνεν αὐτὸν εἰς ὑψος. »Ἔσδρας πρῶτος καὶ δεύτερος, εἰς ἓν ἀριθμούμενοι βιβλίον. Καὶ τοῦ μὲν πρώτου ἀρχὴ · «(66) Καὶ ἤγαγεν Ἰωσίας τὸ Πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ ἑαυτοῦ τῇ τεσσαρασκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου. »Τοῦ δὲ δευτέρου ἡ ἀρχὴ · «Καὶ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ βασιλέως Περσῶν, τοῦ τελεσθῆναι λόγον ἀπὸ στόματος Ἰερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου τοῦ βασιλέως Περσῶν. »Ψαλτήριον Δαβιτικόν, ἔχον ψαλμούς ρνα· οὗ ἡ ἀρχὴ, ἦχον δὲ τὸν πρῶτον ψαλμόν · «Μακάριος ἄνθρως οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν. »Παροιμίαι Σολομῶντος (67), οὗ ἡ ἀρχὴ · «Παροιμίαι Σολομῶντος υἱοῦ Δαβὶδ, ὃς ἐδασίλευσεν ἐν Ἰσραὴλ, γνῶναι σοφίαν καὶ παιδείαν. »Ἐκκλησιαστὴς τοῦ αὐτοῦ, οὗ ἡ ἀρχὴ · «Ῥήματα Ἐκκλησιαστοῦ, υἱοῦ Δαβὶδ, βασιλέως Ἰσραὴλ ἐν Ἱερουσαλήμ. Μταιότης μταιοτήτων, τὰ πάντα μταιότης. »Ἄσμα ἀσμάτων τοῦ αὐτοῦ, οὓ ἡ ἀρχή· Ἄσμα ἀσμάτων, ὅ ἐστι τῷ Σολομῶν. Φιλήσάτω με ἀπὸ φιλημάτων στόματος αὐτοῦ, ὅτι ἀγαθοὶ μαστοὶ σου ὑπὲρ οἶνον. »Ἰὼβ, οὓ ἡ ἀρχή· Ἄνθρωπός τις ἦν ἐν χώρᾳ Αὐσῖτιδι (68), ὃ ὄνομα Ἰὼβ, καὶ ἦν ὁ ἄνθρωπος ἐκεῖνος ἀμεμπτος καὶ θεοσεβής. »Προφήται δώδεκα, εἷς ἐν ἀριθμουμένω βιβλίον. Εἰσὶ δὲ οὗτοι, Ὄσηὶ πρῶτος, οὓ ἡ ἀρχή· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ὄσηὶ, τὸν τοῦ Βεηρί, ἐν ἡμέραις Ὀζίου, καὶ Ἰωαθὰμ, καὶ Ἀχάζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοάμ τοῦ Ἰωάς, βασιλέως Ἰσραήλ. Ἀρχὴ λόγου Κυρίου ἐν Ὄσηὶ. »