Ancient Greek
151.5 to 151.15
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 151.5-15
Unproofread scanNot analysed yet
Εἶτα Ἄμώς, οὓ ἡ ἀρχή· Λόγοι Ἄμώς, οἱ ἐγένοντο ἐν Ἀχχαρεὶμ, ἐκ Θεκουέ. οὓς εἶδεν ὑπὲρ Ἱερουσαλήμ ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα καὶ ἐν ἡμέραις Ἱεροβοάμ τοῦ Ἰωάς, βασιλέως Ἰσραήλ, πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ. »Μιχαίας, οὓ ἡ ἀρχή· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Μιχαίαν τὸν τοῦ Μωραθὶ ἐν ἡμέραις Ἰωαθὰμ, καὶ Ἀχάζ, καὶ Ἐζεκίου βασιλέων Ἰούδα, ὑπὲρ ὧν εἶδε περὶ Σαμαρείας καὶ Ἱερουσαλήμ. »Ἰωήλ, οὓ ἡ ἀρχή· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Ἰωὴλ τὸν τοῦ Βαθουὴλ. Ἀκούσατε δὴ ταῦτα πάντα οἱ πρεσβύτεροι, καὶ ἐνωτίσατε, πάντες οἱ κατοικοῦντες τὴν γῆν. »Ἄβδίου (69), οὓ ἡ ἀρχή· Ὀρασις Ἄβδίου· Τάδε λέγει Κύριος ὁ Θεὸς τῇ Ἰδουμαίᾳ. »Ἰωνᾶς, οὓ ἡ ἀρχή· Καὶ ἐγένετο λόγος Κυρίου πρὸς Ἰωνᾶν τὸν τοῦ Ἄμαθὶ, λέγων· Ἀνάστηθι καὶ πορεύσθητι εἰς Νινευὶ (70) τὴν πόλιν τὴν μεγάλην. »Ναοὺμ, οὓ ἡ ἀρχή· Λήμμα Νινευὶ. Βιβλίον ὁράσεως Ναοὺμ τοῦ ἐν Ἐλχεςαὶ. »Ἄμβακούμ, οὓ ἡ ἀρχή· Τὸ λήμμα ὃ εἶδεν Ἄμβακοὺμ ὁ προφήτης. »Σοφωνίας, οὓ ἡ ἀρχή· Λόγος Κυρίου, ὃς ἐγενήθη πρὸς Σοφωνίαν τὸν τοῦ Χούς (71), υἱὸν Γοδολίου τοῦ Ἀμορίου τοῦ Ἐζεκίου, ἐν ἡμέραις Ἰωσίου υἱοῦ Ἄμώς βασιλέως Ἰούδα. »Ἄγγαιος, οὓ ἡ ἀρχή· Ἐν τῷ δευτέρῳ ἔτει ἐπὶ Δαρείου τοῦ βασιλέως ἐν τῷ μηνὶ τῷ ἕκτῳ, μιᾷ τοῦ μηνὸς, ἐγένετο λόγος Κυρίου ἐν χειρὶ Ἄγγαίου προφήτου λέγων. »Ζαχαρίας, οὓ ἡ ἀρχή· Ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ Δαρείου ἐγένετο λόγος Κυρίου ἐπὶ Ζαχαρίαν, τὸν τοῦ Βαραχίου, υἱὸν Ἄδδὸ τοῦ προφήτην, λέγων. »Μαλαχίας, οὓ ἡ ἀρχή· Λήμμα λόγου Κυρίου ἐπὶ τὸν Ἰσραὴλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ. »Οὗτοι μὲν οὖν οἱ δώδεκα εἷς ἐν βιβλίον. Ἔξης δὲ ἑτεροὶ τέσσαρες, πρὸς ἐν ἕκαστος βιβλίον, οὗτοι·