Ancient Greek
153.9 to 154.15
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 153.9-154.15
Unproofread scanNot analysed yet
C Ἰωάννου τρεῖς· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή · «Ὁ ἦν ἀπ’ ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ εὐράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν, περὶ τοῦ λόγου τῆς ζωῆς. »Τῆς δὲ δευτέρας ἡ ἀρχή · «Ὁ πρεσβύτερος ἐκλεκτῇ κυρίᾳ καὶ τοῖς τέκνοις αὐτῆς, οὓς ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. »Τῆς δὲ τρίτης ἡ ἀρχή · «Ὁ πρεσβύτερος Γαῖῳ τῷ ἀγαπητῷ, ὃν ἐγὼ ἀγαπῶ ἐν ἀληθείᾳ. »Ἰούδα μία, ἧς ἡ ἀρχή · «Ἰοῦδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ Πατρὶ ἁγαπημένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις κλητοῖς. »Παύλου ἀποστόλου ἐπιστολαὶ ιδ’, εἰς ἕν ἀριθμούμεναι βιβλίον. D (76) Ἐν πρώτῃ, ἡ πρὸς Ῥωμαίους, ἧς ἡ ἀρχή · «Παῦλος δοῦλος Ἰησοῦ Χριστοῦ, κλητὸς Ἀπόστολος, ἀφωρισμένος εἰς Εὐαγγέλιον Θεοῦ. Πρὸς Κορινθίους δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή · «Παῦλος κλητὸς Ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Σωσθένης ὁ ἀδελφός, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. »Τῆς δὲ δευτέρας ἡ ἀρχή · «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τῇ Ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ. »Τετάρτη πρὸς Γαλάτας, ἧς ἡ ἀρχή · «Παῦλος ἀπόστολος οὐκ ἀπ’ ἀνθρώπων, οὐδὲ δι’ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ καὶ Πατρὸς. »Πέμπτη πρὸς Ἐφεσίους, ἥς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Ἐφέσῳ, καὶ πιστοῖς ἐν Χριστῷ Ἰησοῦ. »Ἕκτη πρὸς Φιλιππησίους, ἥς ἡ ἀρχή· «Παῦλος καὶ Τιμόθεος, δοῦλοι Ἰησοῦ Χριστοῦ, πᾶσι τοῖς ἁγίοις τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις. Ἕβδομη πρὸς Κολασσαείς, ἥς ἡ ἀρχή· «Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ, καὶ Τιμόθεος ὁ ἀδελφός, τοῖς ἐν Κολασσαῖς ἁγίοις καὶ πιστοῖς ἀδελφοῖς ἐν Χριστῷ. »Πρὸς Θεσσαλονικεῖς δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ Πατρὶ καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. »Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος καὶ Σιλουανὸς καὶ Τιμόθεος, τῇ Ἐκκλησίᾳ Θεσσαλονικέων, ἐν Θεῷ