Ancient Greek
154.19 to 154.53
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 154.19-53
Unproofread scanNot analysed yet
Πατρὶ ἡμῶν καὶ Κυρίῳ Ἰησοῦ Χριστῷ. »Δεκάτη ἡ πρὸς Ἑβραίους, ἥς ἡ ἀρχή· «Πολυμερῶς καὶ πολυτρόπως πάλαι ὁ Θεὸς λαλήσας τοῖς πατράσιν ἐν τοῖς προφήταις, ἐπ’ ἐσχάτῳ τῶν ἡμερῶν ἐλάλησεν ἡμῖν ἐν Υἱῷ. »Πρὸς Τιμόθεον δύο· καὶ τῆς μὲν πρώτης ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ, κατ’ ἐπιταγὴν Θεοῦ Σωτῆρος ἡμῶν καὶ Χριστοῦ Ἰησοῦ τῆς ἐλπίδος ἡμῶν, Τιμοθέῳ γνησίῳ τέκνῳ ἐν πίστει. »Τῆς δὲ δευτέρας ἡ ἀρχή· «Παῦλος ἀπόστολος Ἰησοῦ Χριστοῦ διὰ θελήματος Θεοῦ, κατ’ ἐπαγγελίαν ζωῆς τῆς ἐν Χριστῷ Ἰησοῦ, Τιμοθέῳ ἀγαπητῷ τέκνῳ. Τριοκαιδεκάτη, ἡ πρὸς Τίτον, ἥς ἀρχή· «Παῦλος δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ, κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ, καὶ ἐπίγνωσιν ἀληθείας, τῆς κατ’ εὐσέβειαν ἐν ἐλπίδι ζωῆς αἰωνίου. »Τεσσαρεσκαδεκάτη, ἡ πρὸς Φιλήμονα, ἥς ἡ ἀρχή· «Παῦλος δέσμιος Ἰησοῦ Χριστοῦ καὶ Τιμόθεος ὁ ἀδελφός, Φιλήμονι τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν. Ἐπὶ τούτοις ἐστὶ καὶ ἡ Ἀποκάλυψις Ἰωάννου τοῦ θεολόγου, δεχθεῖσα ὡς ἐκείνου καὶ ἐγκριθεῖσα ὑπὸ πάλαι ἁγίων καὶ πνευματοφόρων Πατέρων, οὗ ἡ ἀρχή· «Ἀποκάλυψις Ἰησοῦ Χριστοῦ, ἣν ἔδωκεν αὐτῷ ὁ Θεὸς δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει, καὶ ἐσήμανεν, ἀποστείλας διὰ τοῦ ἀγγέλου αὐτοῦ τῷ δούλῳ αὐτοῦ Ἰωάννῃ. »4. Τοσαῦτα καὶ τὰ τῆς Καινῆς Διαθήκης βιβλία τὰ γε κανονιζόμενα, καὶ τῆς πίστεως ἡμῶν οἷον ἄκροθίνια ἢ ἄγκυραι καὶ ἐρείσματα· ὡς παρ’ αὐτῶν τῶν ἀποστόλων τοῦ Χριστοῦ, τῶν καὶ συγγεγραμμένων ἐκείνῳ καὶ ὑπ’ αὐτοῦ μαθητευθέντων, γραφέντα καὶ ἐκτεθέντα. Ἔπει τοῖ γε ὑστερον κατὰ τὴν ἐκείνων ἀκολουθίαν καὶ συμφωνίαν ἄλλα μυρία καὶ ἀναρίθμητα βιβλία ἐξεπονήθησαν ὑπὸ τῶν κατὰ καιροὺς μεγάλων καὶ σοφωτάτων θεοφόρων Πατέρων εἰς μαρτυρίαν τῶν προλαβόντων καὶ διαφώτισιν· περὶ ὧν οὐ νῦν λέγω, ὡς παμπόλλων καὶ ἀόριστων, καὶ ὅμα