Ancient Greek
155.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 155.1
Unproofread scanNot analysed yet
A πάντων τῆς αὐτῆς ἀκολουθίας τοῖς παλαιοῖς τούτοις ἐχομένων, καὶ τὰ αὐτὰ ἐξηγουμένων καὶ αὐτῶν καὶ διασαφούντων. Ὡς οὖν εἴρηται ἐν τούτοις πάντα, τὰ τε τῆς Παλαιὰς καὶ τὰ τῆς Νέας Διαθήκης βιβλία. Πλὴν ὅσον πρὸς ἀριθμὸν μόνον οὕτωσι τέλος στενὲς προσεῖργηγελται. Τὸ δὲ ἐντεῦθεν διαληπτέον πάλιν περὶ τῶν αὐτῶν βιβλίων πλατύτερον, παρὰ τίνος τε συνηγράγη ἕκαστον τούτων, καὶ πόθεν, ἤν ἕλαχεν, ὀνομασίαν ἔχει, καὶ τί περιέχει, κεφαλαιωδῶς καὶ συνοπτικῶς, κατὰ τὴν προεκτεθεῖσαν τάξιν τοῦ καθ' ἕν βιβλίον διαγραφομένου μετὰ τῆς οἰκείας ὀνομασίας.