Ancient Greek
156.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 156.1
Unproofread scanNot analysed yet
Βιβλίων β. Ἔξοδος. 6. Καὶ τοῦτο τὸ βιβλίον τῆς Ἔξοδου ὁ προφήτης Μωϋσῆς συνεγράφατο. Καλεῖται δὲ οὕτως, ἐπειδὴ καὶ τὴν ἔξοδον τῶν υἱῶν Ἰσραὴλ περιέχει τὴν ἀπ᾽ Αἰγύπτου, τὴν γενομένην μετὰ μὲν ἑτ᾽ ὑλ᾽ τῆς ἐπαγγελίας τῆς εἰρημένης τῷ Ἀβραὰμ, μετὰ δὲ ἑτ᾽ σι᾽ τῆς ἐν Αἰγύπτῳ παροικίας (τοσαῦτα γὰρ παρῴκησαν ἐκεῖ), καὶ μετὰ τὴν δεκάλογον τὴν κατὰ τοῦ Φαραώ τοῦ τυράννου τῆς Αἰγύπτου. Δέκα γὰρ πληγὰς ἐπήγαγεν ὁ Θεὸς κατ᾽ αὐτοῦ ταύτας· πρώτην, ποταμὸν εἰς αἷμα μετέβαλε· δευτέραν, βατράχους ἐν πάσῃ Αἰγύπτῳ ἐπήγαγε· τρίτην, σκνῖφας· τετάρτην, κυνομυῖαν· πέμπτην, θάνατον κτηνῶν· ἕκτην, ἔλκη, φλυκτίδας ἀναξεοῦσας ἐπὶ τοὺς ἀνθρώπους καὶ τὰ κτήνη· ἑβδόμην, χάλαζαν καὶ πυρὸς φλογίζον· ὀγδόην, ἀκρίδας· ἐνάτην, σκότος ἐν πάσῃ τῇ Αἰγύπτῳ ἐπὶ διάστημα τριῶν ἡμερῶν χωρὶς τῆς γῆς υἱῶν Ἰσραὴλ· δεκάτην, θάνατον πάντων τῶν πρωτοτόκων Αἰγύπτου ἀπὸ ἀνθρώπου ἕως κτήνους. Καὶ ἐπεὶ ἐξελθόντα τὸν λαὸν κατειδύωσεν ὁ Φαραώ, οὕτω λοιπὸν ὁ μὲν Ἰσραὴλ ἔγραψ τῷ ποδὶ διὰ τὴν ἐρυθρὰν θάλασσαν διαπερθεῖσαν ἔνθεν καὶ ἔνθεν· οἱ δὲ Αἰγύπτιοι οἱ διώκοντες τὸν λαὸν σὺν αὐτῷ τῷ Φαραὼ κατεποντίσθησαν ἐν αὐτῇ τῇ θαλάσσῃ. Ἐν τούτῳ τῷ βιβλίῳ περιέχεται καὶ πῶς οἱ μάγοι τῶν Αἰγυπτίων, Ἰαννὴς καὶ Μამβρῆς, κατὰ μὲν τὴν ἀρχὴν ἀντέστησαν τῷ Μωϋσῇ, ὑστερον δὲ, αἰσυνθέντες, ἀνεχώρησαν· καὶ ἡ περὶ τῆς Πάσχα νομοθεσία, ἡ τε τοῦ πικροῦ ὕδατος εἰς γλυκὺ μεταβολή, καὶ τῆς ὀρνυγομήτρας ὄψις, καὶ ἡ ἐξ ὄρεως χορηγία τοῦ μάννα, καὶ τὸ ἐκ πέτρας ἀναβόλον αὐτοῖς ὕδωρ, ἣν καὶ ἐπωνόμασε Μωϋσῆς πειρασμὸν καὶ λοιδορίαν· ὅτε καὶ ἀρχὴν ἔσχεν ἡ τοῦ σαββάτου παρατήρησις, ἡ τε ἐν τῷ ὄρει τῷ Σινὰ δεδομένη νομοθεσία γενομένη διὰ Μωϋσέως ἐν δύο σιλαβὶ λίθινοις, καὶ ἡ τῆς σκηνῆς καὶ τοῦ ἐνδύματος, τῷ τε ἀρχιερεῖ καὶ τῶν ἱερῶν κατασκευή, ἐνταῦθα σημαίνεται. Οἱ μὲν οὖν ἐργασάμενοι πάντα εἰσὶ Βεσελεὴλ ἐκ φυλῆς Ἰούδα, καὶ Λιαβ (78) ἐκ φυλῆς Δάν. Τὰ δὲ ἀναλωθέν εἰς τὰ ἔργα ἐστὶ χρυσίου μὲν τάλαντα κθ᾽, καὶ σίκλοι ψ᾽· ἀργύρου δὲ τάλαντα ρ᾽ (καὶ σίκλοι φθω᾽ (79)· χαλκοῦ τάλαντα σ᾽, καὶ σίκλοι βγ᾽. Περιέχει δὲ τοῦτο τὸ βιβλίον τὴν τε παράδοσιν τοῦ λαοῦ, ὅτε ἐμοσχοποίησεν κάτω τοῦ ὄρους, καὶ πῶς ἐτρώφθη ὁ Ἀμαλὴκ τῇ ἐκτάσει τῶν χειρῶν Μωϋσέως, καὶ λοιπὸν νόμιμα καὶ δικαιώματα, καὶ πρὸ αὐτῶν τὰς ἐν πλακὶ δέκα ἐντολὰς· ταύτας πρῶτην, Ἐγὼ εἰμὶ Κύριος ὁ Θεὸς σου· δευτέραν, Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ παντὸς ὁμοίωμα· τρίτην, Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ· τετάρτην, Μνήσθητι τὴν ἡμέραν τῶν σαββάτων· πέμπτην, Τίμα τὸν Πατέρα σου καὶ τὴν μητέρα σου· ἕκτην, Οὐ φονεύσεις· ἑβδόμην, Οὐ μοιχεύσεις· ὀγδόην, Οὐ κλέψεις· ἐνάτην, Οὐ ψευδομαρτυρήσεις κατὰ τοῦ πλησίον σου μαρτυρίαν ψευδῆ· δεκάτην, Οὐκ ἐπιθυμήσεις τὴν γυναῖκα τοῦ πλησίον σου, οὐδ᾽ ὅσα τῷ πλησίον σου ἐστίν. Ἡ δὲ σκηνή, τε-