Ancient Greek
157.1 to 157.35
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 157.1-35
Unproofread scanNot analysed yet
A λειωθεῖσα, ἐστάθη τῷ δευτέρῳ ἔτει τῆς ἐξόδου αὐτῶν νεομηνία τοῦ πρώτου μηνός. Καὶ ἐν τούτοις συμπεραίνεται τὸ τῆς Ἐξόδου βιβλίον. Βιβλίον γ', Λευιτικόν. 7. Καὶ τοῦτο τὸ Λευιτικὸν βιβλίον παρὰ τοῦ προ- δηλωθέντος Μωϋσέως συγegrάφη. Ὁνομάζεται δὲ οὕτως, ἐπειδὴ καὶ ἰδίως πᾶσαν τῆς Λευιτικῆς λειτουργίας τὴν διατύπωσιν περιέχει, καὶ πῶς ὁ Ἀα- ρὼν καὶ οἱ υἱοὶ αὐτοῦ ἐχλέγονται ἐκ τῆς φυλῆς Λευί, καὶ χρίονται εἰς ἱερέας· πᾶσαν τε τὴν διαφορὰν τῶν θυσιῶν καὶ τῶν προσφορῶν, καὶ τὴν ποιότητα πάσης τῆς ἐν τῷ ἱερῷ λατρείας, καὶ τῆς Λευιτικῆς καὶ ἱερατικῆς λειτουργίας· καὶ τὸν νόμον τῆς ἑκάστης θυσίας· περὶ τε τοῦ σωτηρίου καὶ τοῦ ἁμαρτίας καὶ ἁκουσίου πλημμελήματος, καὶ πῶς ἕκαστον τῶν προσφερομένων διαιρεῖσθαι καὶ ἀναφέρεσθαι ὀφείλει, ἐξηγεῖται. Διεληφται δὲ ἐν τούτῳ τῷ βιβλίῳ καὶ ἡ χρῖσις ἀρχιερέως καὶ τῶν ἱερέων, καὶ ἡ διάκρισις καὶ γνῶσις σημείων περὶ λέπρας ἀνθρώπων καὶ ἱματίων, καὶ τοιγῶν οἰκίας, καὶ ὁ νόμος ὁ περὶ τοῦ καθαρismoῦ αὐτῶν· νόμος τε καὶ διαστολὴ περὶ νομιμῶν γάμων, καὶ τίνες εἰσὶ παράνομοι· καὶ πάλιν διαστολὴ καθαρῶν καὶ ἀκαθάρτων κτηνῶν τε καὶ πετεινῶν καὶ ἰχθύων· ἑληνότη· τίνων μὲν ἐκ τούτων ἀπογεύεσθαι ὀφείλουν οἱ Ἑβραῖοι, τίνων δὲ ἀπέχεσθαι. Καὶ τὴν μὲν ἡμέραν τῶν σαλπίγγων τῇ νεομηνίᾳ τοῦ ἐξάτου μηνὸς ὁλοῖ, τὸ δὲ παράγγελμα τῆς μεγάλης νηστείας αὐτῷ ἐξάτῳ μηνί, δεκάτῃ τοῦ μηνὸς ποιoῦσι ταύτην, ἡντίνα σάββατα σαββάτων, καὶ ἄφεσιν ἁμαρτίας καλεῖ. Περιέχει τὴν δὲ Σκηνοπηγίαν τῇ ἱ' τοῦ αὐτοῦ μηνός. Καὶ περὶ ἑορτῶν δέ, καὶ τῶν ἐν αὐταῖς ὀφειλόντων προσφέρεσθαι· καὶ περὶ ἀφέσεως τῶν πιπρασκομένων Ἑβραίων, καὶ χρεῶν ἀποκοπῆς, καὶ ἀναπαύσεως τῆς γῆς, κατὰ ἐπτὰ ἔτη ὀφειλούσης γενέσθαι, ἐξηγεῖται. Πάλιν τε ὑπόμνησιν νομίμων καὶ προσταγμάτων, καὶ μαρτυρίων· περιέχει καὶ ἐπαγγελίας μὲν τοῖς φυλάσσουσιν αὐτά, ἀπειλὰς δὲ τοῖς παραβαίνουσι· δεινoτάτας. Τὴν