Ancient Greek
158.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 158.1
Unproofread scanNot analysed yet
νυκτερές. Τῶν δὲ ἐρπετῶν πτεινῶν ἀκάθαρτα πάντα λέγει εἶναι τὰ πορευόμενα ἐπὶ τεσσάρων, ἔχοντων δὲ ἀνώτερον τῶν ποδῶν σκέλη, ὥστε ἐν αὐτοῖς πτηδὴν ἀπὸ τῆς γῆς· οἷά ἐστιν, ὁ βρούχος, ὁ ἄτταγὰς, ἡ ἀκρίς, καὶ τὰ ὅμοια αὐτοῖς, καὶ ὁ ὀβιομάχος. Τὰ δὲ ἐν τοῖς ὕδασιν, ἐν τε τῇ θαλάσσῃ, καὶ τοῖς ποταμοῖς, καὶ χειμάρροῖς γεννώμενα, ταῦτα λέγει εἶναι καθαρὰ, ὅσα ἔχει πτερύγια καὶ λεπίδας· οἷά ἐστι τρίγλα, σκάρος, γλαῦχος, χεστρεύς, καὶ τὰ ὅμοια αὐτοῖς. Τὰ δὲ λείπουμένα ἐν τῷ τοῦτων ἀκάθαρτα, ἢ καὶ οὐ βρωτέα· οἷά ἐστι σπηλαί· πτερύγια μὲν γὰρ ἔχει, οὐχ ἔχει δὲ λεπίδας. Τῶν δὲ ἐρπετῶν, τῶν ἐπὶ τῆς γῆς, ἀκάθαρτα ταῦτα λέγει· τὴν γαλῆν, τὸν χερσαῖον χροκοδείλον, τὴν μυγαλὴν, τὸν χαμαιλέοντα, τὸν ἀνκαλαβῶνθην, τὴν σαῦραν, καὶ τὸν ἀσπάλαχα. Περὶ γὰρ τοῦ δρεοὺς καὶ τῶν ὁμοίων αὐτῷ, περιττὸν ἦν μνημονεύσαι· φανερῶς μὲν γὰρ φησι ταῦτα πᾶσι βδελυκτὰ εἶναι καὶ μισητὰ· ὁμῶς δὲ καὶ ἐμνημόνευσεν ἐν τῷ Δευτερονομίῳ περὶ αὐτῶν.