Ancient Greek
158.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 158.2
Unproofread scanNot analysed yet
#8 Βιβλίον δʹ, Ἀριθμοί. 8. Τοῦ αὐτοῦ Μωϋσέως καὶ τοῦτο τὸ βιβλίον, τῶν Ἀριθμῶν συγγραφή. Λέγεται δὲ οὕτω τὸ βιβλίον, ἐπειδὴ καὶ τοῦ λαοῦ παντὸς ὁ ἀριθμὸς ἐν τούτῳ παρίμεγεται, ἑκάστης φυλῆς τῶν Ἰουδαίων ἐκ προστάγματος Κυρίου μετρηθείσης. Ἡριθμήθη δὲ ὁ λαὸς ἀπὸ εἴκοσαετοὺς καὶ ἄνω, πᾶς ἀνὴρ ἐκπορευόμενος εἰς πόλεμον, χωρὶς τῆς φυλῆς τοῦ Λευί· αὕτη γὰρ καθʼ ἑαυτὴν ἐμετρήθη· καὶ εὑρέθη ὁ ἀριθμὸς τῶν μετρηθέντων χιλιάδες ἐξήκοντα καὶ τρισχίλιοι πεντακόσιοι πεντήκοντα. Οἱ δὲ ἀριθμοῦντες ἦσαν τὸν μὲν λαὸν Μωϋσῆς καὶ Ἀαρών, καὶ σὺν αὐτοῖς ἑκάστης φυλῆς ἄρχων. Καὶ ἐστι τῶν τε ἀρχόντων τὰ ὀνόματα ταῦτα, καὶ ὁ ἀριθμὸς οὗτος·