Ancient Greek
159.8
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 159.8
Unproofread scanNot analysed yet
Γέγραπται δὲ καὶ περὶ τοῦ ὕδατος τοῦ ἐλεγμοῦ, τοῦ ἐπικαταρωμένου· καὶ ὁ νόμος ὁ περὶ τῶν εὐχομένων ἀπέχεσθαι οἴνου, καὶ μὴ κείρεσθαι τὴν κεφαλήν· καὶ ὅτι γογγύσαντι πάλαι διὰ κρέας τῷ λαῷ δέδωκεν ὄρνυγμορήντα ὁ Θεός, καὶ διψῶντι δὲ καὶ πάλιν γογγύσαντι τῷ λαῷ δέδωκεν ἐκ πέτρας ὕδωρ, ἣν ἐκάλεσε Μωϋσῆς ὕδωρ ἀντιλογίας. Ἀπέστειλε τε κατασκόπους ἕνα κατὰ φυλήν, ἐν οἷς καὶ Ἰησοῦν τὸν τοῦ Ναυή, καὶ Χάλεδ τὸν τοῦ Ἰεφονή. Ὧδε καὶ ἡ συναγωγὴ Κορὴ ἐπανέστη κατὰ Μωϋσέως καὶ ζῶντες κατεπόθησαν εἰς τὴν γῆν μετὰ Δαθὰν καὶ Ἀβειρῶν· δεε καὶ Μαρία ἡ ἀδελφὴ Ἀαρὼν ἐλεπρώθη· καὶ ἡ ῥάβδος Ἀαρὼν ἐβλάστησε κάρυον. Καὶ μετὰ ταῦτα ἀποθνῄσκει Ἀαρὼν ἐν τῷ ὄρει Ὄρ, καὶ διαδέχεται αὐτὸν Ἐλεάζαρ ὁ υἱὸς αὐτοῦ. Ὧδε καὶ ὁ Βαλαὰμ καὶ ἡ λαλήσασα αὐτοῦ ὄνος ἀνθρωπίνῃ φωνῇ ἱστορεῖται· καὶ ὅτι ὁ μὲν Βαλαὰμ βασιλεὺς Μωὰβ κατῃσχύνθη· τοῦ δὲ λαοῦ βεβηλωθέντος ἐξ ὑποβολῆς τοῦ Βαλαὰμ, ὁ Φινεὲς ἀνέτρωσε τὴν Μαδιανίτιν καὶ