Ancient Greek
159.7
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 159.7
Unproofread scanNot analysed yet
Ἡρίθμησε δὲ καὶ τὰ ἀρσενικὰ πρωτότοκα πασῶν τῶν ἄλλων φυλῶν Μωϋσῆς μόνος, καὶ εὑρέθη ὁ ἀριθμὸς αὐτῶν χιλιάδες κβ καὶ διακόσιοι ἑβδομήκοντα τρεῖς. Καὶ ἀντὶ τῶν πρωτοτόκων λοιπῶν ἐλογίσθησαν οἱ Λευῖται τῷ Θεῷ· τοσοῦτοι γὰρ ἦσαν καὶ οἱ Λευῖται. Καὶ κελεύονται καὶ αὐτοὶ ἀγαγνίσθηαι διὰ Μωϋσέως, καὶ ἀφορισζόνται λοιπὸν διὰ Ἀαρὼν ἐργάζεσθαι τὰ ἔργα Κυρίου ἀντὶ τοῦ λαοῦ, καὶ σμεῖν τὰ σκεῦη τῆς σκηνῆς, καὶ λειτουργεῖν Ἀαρὼν καὶ τοῖς υἱοῖς αὐτοῦ. Ἔστι δὲ ἐν αὐτῷ τῷ βιβλίῳ καὶ ἡ διάταξις τῆς ὁδοιπορίας τοῦ λαοῦ, καὶ ἡ ἀνάστασις τῆς σκηνῆς, καὶ ἡ πρόσταξις ἡ περὶ σαλπίγγων, εἰς τὸ ἐν αὐταῖς ἀνακαλεῖσθαι τὸν λαόν. Ἵδὲ σημαίνεται καὶ ὁ ἐγκαίνισμός τοῦ θυσιαστηρίου, καὶ πῶς ἔχρισε τὴν σκηνήν, καὶ ἡγίασεν αὐτήν τε καὶ πάντα τὰ ἐν αὐτῇ· ἡ τε διάταξις τῶν προσφορῶν τῶν εἰς τὸν ἐγκαίνισμὸν τοῦ θυσιαστηρίου, καὶ ὅρος τῶν χρόνων τῆς λειτουργίας τῶν Λευιτῶν· ὥστε ἀπὸ μὲν εἴκοσι καὶ πέντε ἐτῶν ἀρχεσθαι αὐτοὺς λειτουργεῖν· πεντήκοντα δὲ ἐτῶν γενομένους, ἀφίστασθαι μὲν τῆς λειτουργίας, φυλάττειν δὲ μόνον τὴν σκηνήν.