Ancient Greek
161.19
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 161.19
Unproofread scanNot analysed yet
ἐν ᾧ πρόδρομοι σταφυλῆς εἰσιν· ὁ δὲ χρόνος, ὃν ἐποίησαν κατασκοποῦντες, ἐν τεσσαράκοντα ἡμέραις γέγονεν. A υιοὺς Ἱσραὴλ ἐν γῇ Μωάβ, πλὴν τῆς διαθήκης, ἥς Α δέδωκε αὐτοῖς ἐν Χωρήβ, Διὰ τοῦτο γὰρ αἱ μὲν πλάκες ἐν Χωρήβ εἰρήνται, καὶ ἐν μέσῳ τῆς κιβωτοῦ ἐτέθησαν· τὸ δὲ βιβλίον τοῦτο ἐνετείλατο Μωϋσῆς τοῖς ἱερεῦσι τοὺς ἀγροὺς τὴν κιβωτὸν δεῖναι ἐκ πλαιγιῶν τῆς κιβωτοῦ εἰς μαρτύριον· ὅπερ καὶ κατὰ ἐπτὰ ἔτη ἐνετείλατο ἀναγινώσκεσθαι ἐν τῇ ἡμέρᾳ τῆς ἀφέσεως, ὅτε καὶ ἡ Σκηνοποιία ἐγένετο. Αὕτη μὲν πρώτη αἰτία τῆς ὀνομασίας τοῦ βιβλίου· δευτέρα δὲ πάλιν ἑτέρα, ἐπειδὴ ἐν αὐτῷ δευτεροῖ, καὶ διεσάχησε πάντα τὰ προειρημένα ἐν τε τῇ Ἔξόδῳ καὶ τῷ Λευιτικῷ, καὶ τοῖς Ἀριθμοῖς, νόμῳ τε καὶ δικαιώματα καὶ προσταγματα· καὶ ὑπομυμνήσκει πάλιν τὸν λαόν, ἵνα φυλάξῃ αὐτά. Καὶ ἐπαναλαμβάνει δὲ ἐν αὐτῷ τὰς ἀπ᾽ Αἰγύπτου ἔξόδους, καὶ πάσας τὰς γεγεννημένας αὐτοῖς εὐεργεσίας, καὶ τὰ σημεῖα, καὶ τὰ τέρατα· ἵνα μὴ ἐπιλάθωνται τοῦ ποιήσαντος αὐτὰ Θεοῦ. Ὀρίζει δὲ ἐν αὐτῷ περὶ τε τῆς εὐλογίας τοὺς φυλάσσοντας τὸν νόμον, καὶ τὰς κατάρας τοὺς παραβινοῦντας· ἵνα ἡ μὲν εὐλογία λέγεται ἐν τῷ ὄρει τῷ Ἁριζείν διὰ τούτων· διὰ Συμεῶν, Λευί, Ἰούδα, Ἱσαχάρ, Ἰωσήφ, καὶ Βενιαμίν· ἡ δὲ κατάρα ἐν τῷ ὄρει Γαββαλ ἀπὸ Ῥουβίμ, Γάδ, Ἄσθηρ, Ζαβουλὼν, Δάν, καὶ Νεφθαλείμ. Πρὸς ὑπόμνησιν δὲ καὶ τὴν διὰ παντὸς μελέτην, ἐγράψαν δὲ προσταγματος Κυρίῳ τὴν μεγάλην Ὁδὴν· ἵνα, ταύτην ἐκμαθόντες ἀεὶ τε μελετώντες αὐτήν, μὴ ἐπιλάθωνται τοῦ Θεοῦ. Εὐλογήσας τε ἑκάστην φυλὴν καὶ γράψας τὴν εὐλογίαν, καὶ ἐπιθεὶς τὰς χεῖρας αὐτοῦ ἐπὶ τὸν Ἰησοῦν τοῦ Ναυῆ, εἰς τὸ δεξάσθαι αὐτὸν κατὰ πρόσταγμα Θεοῦ, C ἀνέβη λοιπὸν εἰς τὸ ὄρος τὸ Ἀβαρὶμ, τοὔστιν Ἄβα, καὶ ἐπελεύσθην ἐκεῖ διὰ ῥήματος Κυρίου ἐτῶν ρʹ, μὴ ἀμαυρωθέντων αὐτοῦ τῶν ὀφθαλμῶν, ἢ τοῦ προσώπου αὐτοῦ φθαρέντος· καὶ οὐχ οἶδεν οὐδεὶς τὴν ταφὴν αὐτοῦ ἕως τῆς ἡμέρας ταύτης.