Ancient Greek
162.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 162.2
Unproofread scanNot analysed yet
D Βιβλίον εʹ, Ἰησοῦς ὁ τοῦ Ναυῆ. 10. Τὰ δὲ ἀντεῦθεν βιβλία μέχρι τοῦ Ἔσδρα, οὐ πάντα ἐκείνων εἰσὶ συγγραφαί, ὧν καὶ τὰς ἐπιγραφὰς φέρουσι, καὶ περὶ ὧν διαλαμβάνουσι. Λόγος δὲ φέρεται, παρὰ τῶν κατὰ τοὺς ἑκάστους καιροὺς προσφῶν συγγεγράφαθαι αὐτά. Περὶ γοῦν τῶν ἐπιγραφῶν αὐτῶν τέως διαληπτέον. Τὸ παρὸν τοίνυν βιβλίον ἐπιγέγραπται Ἰησοῦς ὁ τοῦ Ναυῆ· ἐπειδὴ αὐτὸς Ἰησοῦς ὁ τοῦ Ναυῆ, διαδεξάμενος Μωϋσῆν, ἐστρατήγησε τοῦ λαοῦ, καὶ τὴν κατ᾽ αὐτὸν ἱστορίαν καὶ τὰς πράξεις αὐτοῦ περιέχει. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ, πῶς τοῦ Ἰορδάνου ποταμοῦ τὸ μὲν ἄνωθεν ἐκ τῆς πηγῆς ἔστη ρεῦμα, τὸ δὲ ὑλίσαν ἐξεκινώθη, καὶ ξηρῷ τῷ ποδὶ διέβησαν αὐτόν· καὶ ὅτι ἐν Γαλαλάσι περιτέμε τοὺς ἐν τῇ ἔρημῳ γεννηθέντας πάντας ἐν πετρίναις μαχαιραῖς, καὶ ἐκάλεισε τὸν τόπον Γαλαλά· καὶ ὅτι, περάσαντος τοῦ λαοῦ, καὶ φαγόντος ἀπὸ τῶν καρπῶν τῆς γῆς, ἐξέλιπε λοιπὸν τὸ μάννα· καὶ τῆς μὲν Ἱεριχοῦς αὐτόματα τὰ τείχη πέπτωκεν· ἡ δὲ Ῥαὰβ ἡ πόρνην ἐσώθη, φυλάξασα τοὺς κατασκόπους· καὶ ὅτι ὁ ἥλιος ἐν τῷ μεσουρανήματι ὧν, εὐεμέμου Ἰησοῦ τοῦ υἱοῦ τοῦ Ναυῆ, ἔστη κατὰ Γαβαὼν ἡμέρας ὁλοκλήρου διάστημα, ἕως τροπῆται τοὺς ἐχ-