Ancient Greek
169.1.1 to 169.1.31
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 169.1.1-31
Unproofread scanNot analysed yet
οὐκὼν Μελωθ. Ἐπὶ τούτου ἐπροφήτευεν Ἄζαρίας [Ζαχαρίας] υἱὸς Ἰωβὰδ. Ἄμεσας υἱὸς αὐτοῦ ἐτη χβ' καὶ ἐποίησεν ἐν ἀρχῇ τὸ εὐθὲς ἀλλ' οὐχ ὡς Δαβὶδ· ἐτι γὰρ ὁ λαὸς θυσίαζεν ἐν τοῖς ὑψηλοῖς, καὶ τὰ ἄλση οὐκ ἐξήρει. Καὶ ἐπὶ τούτου ἐπροφήτευσαν προφῆται· ἀλλ' οὐκ ἐγράφησαν τὰ ὀνόματα αὐτῶν. Μετὰ ταῦτα μέντοι, Ἄμεσας, πατάξας τοὺς ἐν Σηὶρ, ἐπρήθη, καὶ ἐλάτρευσε τοῖς εἰδώλοις τῶν Σηὶρ, καὶ ἐπατάχθη παραδοθεὶς τοῖς ἐχθροῖς. Ἄζαρίας, αὐτὸς ἐστιν Ὀζίας, ἐτη νβ' καὶ ἐποίησε κατὰ τὴν ἀρχὴν τὸ εὐθὲς, ὡς ὁ Πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξήρει. Εὐδοκοῦντος δὲ ἐπὶρθη, καὶ ἠθέλησεν ἐαυτῷ θυμιάσαι ἐν τῷ ναῷ, ὅπερ μόνους τοὺς ἱερεῦσιν ἐξεστι. Διὸ καὶ ἐλεπρώθη, ἀκούσας· «Οὐ σοί, Ὦζια, θυμιάσαι τῷ Κυρίῳ, ἀλλὰ τοῖς ἱερεῦσι τοῖς υἱοῖς Ἀαρών, τοῖς ἡγιασμένοις. »Ἐπὶ τούτου προεφήτευσεν Ἠσαΐας. Ἰωάθαμ υἱὸς αὐτοῦ ἐτη ιε' καὶ ἐποίησε τὸ εὐθὲς, ὡς ὁ πατὴρ αὐτοῦ· πλὴν τὰ ὑψηλὰ οὐκ ἐξήρει. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας. Ἄχαζ, υἱὸς αὐτοῦ, ἐτη ιε' καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας καὶ Ὀδὲδ προφῆται. Ἐζεκίας υἱὸς αὐτοῦ ἐτη χθ' καὶ ἐποίησε τὸ εὐθὲς, ὡς Δαβὶδ τελείως. Οὗτος καθεῖλε τὸν δρὺν τὸν χαλκοῦν, ὃν ἐκρέμασε Μωϋσῆς. Καὶ ἐπὶ τούτου ἦν Ἠσαΐας. Ἐπὶ τούτου Σενναχηρίμ καὶ Ῥαψακὶν, οἱ Ἀσσύριοι, βλασφημοῦντες, ἐπατάχθησαν μὲν αὐτοὶ μετὰ ταῦτα, ἐν μιᾷ δὲ νυκτὶ χιλιάδες ρπε'. Ἐξελθὼν ἄγγελος ἀνέλε. Νοσήσας δὲ Ἐζεκίας, καὶ μέλλων ἀποσκηνεῖν, ἔλαβε προσθήκην ἐτῶ ιε'. Μανασσὴς υἱὸς αὐτοῦ ἐτη νε' καὶ ἐποίησε τὸ πονηρόν. Ὅσα γὰρ κατέσκαψεν Ἐζεκίας, ταῦτα οὗτος ἀνῆγειρε· καὶ γέγονεν ἄλλος Ἱεροβοὰμ τῷ Ἰούδα, ὥστε καὶ δι' αὐτὸν παθεῖν τὴν Ἱερουσαλὴμ, ὡς τὴν Σαμαρείαν. Καὶ γὰρ ἐπ' αὐτὸν ἐλέχθη· «Ὁς ἐξήμαρτε τὴν Ἰούδαν· διὸ καὶ αἰχμαλωτὸς ἀπήχθη εἰς Βαβυλῶνα. Ἀλλ' ἐν τῇ αἰχμαλωσίᾳ, ὡς ἐν ταῖς Παραλιπομένοις γέγραπται, μετανοήσας αὐτὸν ἐπέστρεψεν ὁ Θεὸς εἰς τὴν Ἱερουσαλὴμ, καὶ πάλιν ἀντελάβετο τῆς βασιλείας·