Ancient Greek
169.1.32 to 169.1.47
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 169.1.32-47
Unproofread scanNot analysed yet
μετανοοῦν τε καὶ διδάσκων τὸν λαὸν δουλεύειν τῷ Θεῷ ἐτελεύτησεν. Οὐχ ἐτάφη δὲ ἐν πόλει Δαβὶδ· ἀλλ' ἐν τῷ κήπῳ αὐτοῦ, ἐν κήπῳ Ὀζά. Ἄμὼς ὁ υἱὸς αὐτοῦ ἐδασίλευσεν ἐτη β' καὶ ἐποίησε τὸ πονηρόν, ὡς ὁ πατὴρ αὐτοῦ Μανασσὴς· καὶ ἀνείλον αὐτὸν οἱ παῖδες αὐτοῦ, καὶ ἐτάφη ἐν τῷ κήπῳ Ὀζά, ὧδε καὶ ὁ πατὴρ αὐτοῦ. Ἰωσίας υἱὸς αὐτοῦ ἐτη λα'. Τοῦτον ὁ λαὸς ἠγειρε βασιλέα, ἐτῶν ὄντα ὀκτὼ· καὶ ἐποίησε τὸ εὐθὲς ἐν πάσῃ ὁδῷ Δαβὶδ, καὶ οὐκ ἀπέστη δεξιᾷ, οὐδὲ ἀριστερᾷ. Καὶ γὰρ καὶ τὰ ἄλση ἐξέκοψε, καὶ τὰ εἴδωλα πάντα καθεῖλε, γενόμενος ἐτῶν ιε'· τὸν τε νόμων ζήτησας, καὶ εὑρὼν ἀμειλθέντα, ἀναγνωσθῆναι πεποίηκε. Καὶ τὸ Πάσχα ἐκήρυξε, καὶ ἐποίησεν αὐτό, ὡς γέγραπται. Τοῦτον δὲ ἀνέλε Φαραὼ Νεχαὼ ἐπὶ τοῦ Εὐφράτου, φιλονεικήσαντα πρὸς αὐτόν. Ἐπὶ τούτου Ἱερεμίας καὶ Σοφονίας ἦσαν οἱ προφῆται, καὶ Ὠλὰ ἡ προφῆτις, γυνὴ Σελλὰ. Ἰωαχὰς υἱὸς αὐτοῦ μῆνας τρεῖς· καὶ ἐποίησε τὸ πονηρόν, καὶ μετέστησεν αὐτὸν Φαραὼ Νεχαὼ. Καὶ ἐπὶ τούτου ἦν Ἱερε-