Ancient Greek
170.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 170.1
Unproofread scanNot analysed yet
a μίας. Ἐλιακὶμ ἕτερος υἱὸς Ἰωασίου, ὃς καὶ μετωνο-μάσθη Ἰωακεὶμ, ἐτη ια'· καὶ ἐποίησε τὸ πονηρόν. Ἰωακεὶμ δὲ καὶ Ἰεχονίας υἱὸς αὐτοῦ μῆνας γ'· καὶ ἐποίησε τὸ πονηρόν, καὶ ἀπήχθη εἰς Βαβυλῶνα. Μαν-θανὰν υἱὸς αὐτοῦ. Τοῦτον Ναβουχοδονόσαρ ἐποίησε βασιλέα, καὶ μετωνόμασε αὐτὸν Σεδεκίαν. Καὶ ἐβα-σίλευσεν ἐτη ιε'· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦν Ἰερεμίας. Ἐως τούτου ἡ βασιλεία τοῦ Ἰούδα ἐκράτει, καὶ κατελύθη, ὥσπερ καὶ τῆς Σα-μαρείας· καὶ γὰρ καὶ ἡ πόλις ἐάλω, καὶ πάντες ἀπήχθησαν αἰχμάλωτοι εἰς Βαβυλῶνα μετὰ τῶν σκευῶν.