Ancient Greek
170.5
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 170.5
Unproofread scanNot analysed yet
C Πρῶτος Ἱεροβοὰμ υἱὸς Ναβαθ ἐβασίλευσεν ἐν Σα-μαρείᾳ, σχισάσης τῆς βασιλείας, ἀνελθὼν ἀπ' Αἰγύπτου. Καὶ ἐποίησε τὸ πονηρόν ὡς οὐδεὶς ἕτε-ρος. Φοβούμενος γὰρ μὴ καταλυθῇ, ἐποίησε δαμαλίας χρυσᾶς δύο, καὶ ἥπαξε τὸν λαὸν λέγων· «Οὗτοι οἱ θεοί εἰσιν οἱ ἀναγαγόντες ἡμᾶς ἐξ Αἰγύπτου. »Ἐπλά-σατο δὲ καὶ ἱερεῖας αὐταῖς, καὶ οὕτως αὐτὸς ἐξήμαρτε τῷν Ἰσραήλ. Αὐτῷ γὰρ πάντες οἱ μετ' αὐτὸν κατ-ηκολούθησαν. Ἐβασίλευσε δὲ ἐτη κβ'. Ἐπὶ τούτου ἦν προφήτης Ἀχία ὁ Σηλωνίτης, καὶ ὁ ἐπικαλεσάμενος ἐπὶ τὸ θυσιαστήριον κατ' αὐτὸν.