Ancient Greek
170.6
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 170.6
Unproofread scanNot analysed yet
Ναβαθ υἱὸς αὐτοῦ ἐτη β'· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐχ ἐπὶ τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Βαασὰ ἀλ-λου γένους ἐτη κβ'· καὶ ἐποίησε τὸ πονηρόν. Ἠλὰ υἱὸς αὐτοῦ ἐτη β'· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐχ ἐπὶ τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Ζαμβρὴ (12) ἐτέ-ρου γένους ἐτη ιβ'· καὶ ἐποίησε τὸ πονηρόν. Ἀχαὰβ υἱὸς αὐτοῦ ἐτη κβ'· καὶ ἐποίησε τὸ πονηρόν πλέον τῶν ἄλλων. Ἐπὶ τούτου προφήται ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος, καὶ Μιχαίας, καὶ οἱ προφητεύσαντες τῷ Ἀχαὰβ περὶ τῆς Συρίας καὶ τοῦ υἱοῦ Ἀδερ, καὶ ὁ πεπτάς αὐτὸν τραύματι, καὶ ἐλέγξας τὸν Ἀχαὰβ, καὶ πολλοὶ καθ' ἑαυτοὺς υἱοὶ τῶν προφητῶν. Ὠχοζίας υἱὸς αὐτοῦ ἐτη β'· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ ἐπὶ τούτου ἦσαν Ἠλίας καὶ Ἐλισσαῖος. Αὐτῷ γὰρ τοὺς πεντηκοντάρχους ἐπάταξεν ἐν πυρὶ Ἠλίας ἐν ῥήματι κυρίου. Ἰωαράμ, υἱὸς ἕτερος Ἀχαὰβ, ἐτη ιβ'· καὶ ἐποίησε τὸ πονηρόν. Καὶ οὐχ ἐπὶ τοῦ γένους αὐτοῦ ἐβασίλευσε. Καὶ ὁ μὲν Ἠλίας ἐπὶ τούτου ἀνελήφθη.