Ancient Greek
171.4
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 171.4
Unproofread scanNot analysed yet
Συνάγονται οὖν οἱ χρόνοι τῶν μὲν Ἱερουσαλὴμ βασιλευσάντων ἀπὸ τοῦ Δαβὶδ καὶ μέχρι τοῦ Σεδεκία, καὶ αὐτοῦ, τὰ πάντα ἔτη υ', βασιλεῖς τε οἱ πάντες κα' διὰ τῆς Γοθολίας, καὶ γένους ἀπαντες ἑνὸς τοῦ Δαβὶδ, παῖς παρὰ πατρὸς κατὰ διαδοχὴν, ἐξ ἀρχῆς ἄχρι τέλους τὴν βασιλείαν κληροῦμενοι. Ἐκ τούτων δὲ πάλιν οἱ μὲν ποιήσαντες τὸ εὐθὲς εἰσὶν θ', οἱ δὲ ποιήσαντες τὸ πονηρόν ιβ' χωρὶς τῆς Γοθολίας.