Ancient Greek
171.5 to 171.6
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 171.5-6
Unproofread scanNot analysed yet
Τῶν δὲ ἐν Σαμαρείᾳ πάλιν βασιλευσάντων ἀπὸ Ἱεροβοάμ καὶ μέχρι Ὠσὴ τὰ πάντα ἔτη σξ'· καὶ βασιλεῖς μὲν οἱ πάντες ιη', ἐκ διαφόρων δὲ γενῶν. Καὶ τούτων ὀκτὼ ἐπὶ τὸ ἄρχειν ἀναδεδηκότες· καὶ πάντες ἐποίησαν τὸ πονηρόν, κατὰ τὴν ἁμαρτίαν Ἱεροβοάμ. 19 Οὕτω καλεῖται τὰ βιβλία ταῦτα, ἐπειδὴ παραλειφθέντα πολλὰ ἐν ταῖς Βασιλείαις περιέχεται ἐν τούτοις. Ἔστι δὲ ἐν μὲν τῷ πρώτῳ βιβλίῳ γενεαλογία πασῶν τῶν φυλῶν ἀπὸ Ἀδάμ ἕως τῶν βασιλέων κατὰ φυλὰς, καὶ κατὰ δήμους, καὶ κατὰ πατρίδας, καὶ κατ' οἴκον· ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνονται πράξεις τῶν βασιλέων.