Ancient Greek
172.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 172.1
Unproofread scanNot analysed yet
A Εἴρηται μὲν οὖν ἐν τοῖς ἐμπροσθεν, ὅτι οἱ συγγεγραμμένοι τὰς τε πράξεις καὶ τοὺς χρόνους τῶν βασιλέων εἰσὶν οἱ κατὰ καιροὺς ὄντες προφῆται· ὅπερ διὰ τοῦ γιγνώσκειν ἐν μέρει αὐτοὺς, ἐπιμεισάμεθα τὰντα ἐκ τῶν Παραλειπομένων, καὶ περὶ τοῦ Δαβὶδ ἔγραψε Σαμουήλ, καὶ Ναθάν, καὶ Γὰδ, οἱ προφῆται· τὰ περὶ Σολομῶνος, Ναθὰν καὶ Ἀχία, οἱ προφῆται· τὰ περὶ Ἱεροβοάμ, Σαμαίας καὶ Ἀδδὼ, οἱ προφῆται· τὰ περὶ Ἀβία, Ἀδδὼ ὁ προφήτης· τὰ περὶ Ἄσα ἐν τῷ βιβλίῳ Λόγων περὶ τῶν Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωσαφάτ, Ἠνοῦ ὁ προφήτης, ὁ τοῦ Ἀναμὶ, ὃς κατέγραψε βιβλίον Λόγων Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωὰς ἐπὶ τὴν γραφὴν τῶν Βασιλέων· τὰ περὶ Ἀμασία ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ὀζίου, Ἰεσσαίας ὁ προφήτης· τὰ περὶ Ἰωάθαμ ἐπὶ βιβλίον τῶν Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἀχὰζ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ· τὰ περὶ Ἐζεκίου, Ἠσαΐας υἱὸς Ἀμὼς ὁ προφήτης· τὰ περὶ Μανασσὴ ἐπὶ Λόγον τῶν ὁρώντων· τὰ περὶ Ἰωακὶν ἐπὶ βιβλίον Βασιλέων Ἰούδα· τὰ περὶ Ἰωακεὶμ ἐπὶ βιβλίον Βασιλέων Ἰούδα καὶ Ἰσραήλ.