Ancient Greek
173.1
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 173.1
Unproofread scanNot analysed yet
Ἐν δὲ τῷ δευτέρῳ λόγῳ τὰ αὐτὰ μὲν πάλιν λέγει περὶ τῆς ἐπανόδου, χωρὶς τῶν προβλημάτων· τὰ πλείω δὲ ἐξηγεῖται περὶ Νοεμίου τοῦ εὐνοῦχου, ὅτι καὶ αὐτὸς ἠξίωσε περὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ, καὶ ὅτι δ μὲν Ἔσδρας ἀνεγίνωσκεν· Ἰησοῦς δὲ καὶ Βαναεὰς καὶ Ἀβίας ἦσαν συνειζῶντες τὸν λαόν. Καὶ ὁ μὲν Ἔσδρας ἀναγιγνώσκων διέστελλεν ἐπιστήμῃ Κυρίου· ὁ δὲ λαὸς συνέχεν ἐν τῇ ἀναγνώσει, καὶ ἐποίησε τὸ Πάσχα. Καὶ τῷ ἐξόδῳ μηνὶ ἐποίησαν τὴν νηστείαν, καὶ τὴν Σκηνοπηγίαν, ὡς γέγραπται· «Οὐ,» φησίν, «οὐκ ἐποίησαν οὕτως ἀπὸ τῶν ἡμερῶν Ἰησοῦ υἱοῦ Ναυῆ. »Ἔσδρας δὲ, ἑωρακὼς ἐπιμυεῖσας γυναῖκας Ἀσωτίους τοῖς Ἑβραίοις, πενθῶν καὶ κλαίων, ἐποίησε πάντας ἐπαγγελσασθαι φυλάττειν τὸν νόμον τοῦ Θεοῦ, καὶ ἐξεβάλε τὰς γυναῖκας ὡς παράνομον γάμον καὶ ὁμοσαν πάντες φυλάξει τὸν νόμον. Καὶ οὕτως ἀγιασθέντες καὶ καθαρισθέντες, ὑψρανθῆσαν, καὶ ἀπῆλθεν ἕκαστος εἰς τὸν οἶκον ἑαυτοῦ. Ἱστορεῖται δὲ καὶ τοῦτο περὶ τοῦ Ἔσδρα, ὅτι, ἀπολωμένων τῶν βιβλίων ἐξ ἀμελείας τῶν λαῶν, καὶ διὰ τὴν πολυχρόνιον αἰχμαλωσίαν, αὐτὸς Ἔσδρας, φιλόκαλος ἄν καὶ εὐφυής, καὶ ἀναγνώστης, ἐφυλάξε πάντα καθ' ἑαυτόν, καὶ λοιπὸν προσηνεγκε, καὶ πᾶσιν ἐκδέδωκε, καὶ οὕτως διασώζεται τὰ βιβλία.