Ancient Greek
173.2
Athanasius Alexandrinus, Synopsis Scripturae Sacrae [Sp.] 173.2
Unproofread scanNot analysed yet
Βιβλίον ιγ΄, Ψαλτήριον Δαβίδ. 21. Εἰ καὶ τοῦ Δαβὶδ ἐπιγραφὴν ἔχει μόνου τοῦτο τὸ βιβλίον τῶν Ψαλμῶν, ἀλλὰ πολλῶν καὶ ἄλλων εἰσὶν ἐν τούτῳ ψαλμοί, τοῦ τ᾽ Ἀσὰρ δηλονότι, καὶ τῶν Ἰοὶθουμ, καὶ τῶν υἱῶν Κορέ, καὶ Ἀγγαίου, καὶ Ζαχαρίου, καὶ Αἰμὰν τοῦ Ἰσραηλίτου. Εἰσὶ δὲ καὶ κοινῶς παρὰ πάντων ὁμοῦ εἰρημένοι τινές, ὅσοι δηλαδὴ ἔχουσι τὸ «Ἀλληλούϊα. »Οὖν Ἔσδρας, συναγαγὼν τούτους πάντας τοὺς παρ᾽ ἑκάστου εἰρημένους ψαλμούς, εἰς μίαν συνέθηκε βίβλον· καὶ ὡς μὲν κοινῶν ὄντων πάντων τῶν ἐν αὐτῇ περιεχομένων, βιβλὸς καλεῖται Ψαλμῶν· ἐπιγράφεται δὲ μόνον τὸν Δαβὶδ, ἐπειδὴ αὐτὸς πρῶτος λαβὼν τὸ πνεῦμα τοῦ ψάλλειν παρὰ τοῦ Θεοῦ, πρῶτός τε συνέθηκε καὶ ἔγραψε ψαλμούς· τοὺς τε προλεχθέντας λοιποὺς ψαλτῶν, αὐτὸς ἀπὸ τῶν ἱερῶν ἐκλεξάμενος διετύπωσε, καὶ τὴν τε στάσιν αὐτοῖς τῶν τόπων, καὶ τὴν τάξιν τῆς μελωδίας, καὶ τὸν καιρὸν τὸν πρωϊνὸν, καὶ τὸν ἑσπερινὸν ὥρισεν καὶ διέταξεν· ὥστε τοὺς μὲν ἀνοιγομένου τοῦ ἱεροῦ, τοὺς δὲ κλειομένου, καὶ τοὺς μὲν ἐκ δεξιῶν, τοὺς δὲ ἐξ ἀριστερῶν ἵστασθαι· καὶ οὕτως, τοὺς μὲν ψάλλειν, καὶ αἰνεῖν, καὶ ἀθεῖν, καὶ ὑμνεῖν τὸν Θεόν· τοὺς δὲ ἀνακρούειν ἐξομολόγησιν καὶ αἶνον· καὶ τοὺς μὲν ἀποφθέγγεσθαι ἐν κινύραις καὶ νάβλαις, καὶ ἐν κυμβάλοις· τοὺς δὲ εἰς τὸ ὑψαῖν ἐν σάλπιγγιν. Οἱ μὲν οὖν ἱερεῖς, οἱ ἀναφέροντες τὴν κιθωνὸν ἐπὶ τοῦ Δαβὶδ, ἦσαν χλίοι καὶ δύο, οὕτως· υἱῶν Καὰθ Οὐριελ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ρε΄· υἱῶν Μεραριᾶς ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σν· υἱῶν Γεδεὼν Ἰωὴλ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ρν΄· τῶν υἱῶν Ἐλισάφατ Σαμαίας ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, σ΄· τῶν υἱῶν Σκεβρὼν Ἐνθρὸ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ π΄· τῶν υἱῶν Ἐζήλ, Ἀμινανὰμ ὁ ἄρχων καὶ οἱ ἀδελφοὶ αὐτοῦ, ριβ΄· οἱ δὲ ψαλτῶν ἐξ αὐτῶν ἦσαν ἐκλεγέντες οἱ προειρημένοι, καὶ ἦσαν οὕτως τυπωθέντες· ὁ μὲν Ἀσὰρ καὶ Αἰθὰμ υἱοὶ Κορὲ ἐν